ἄγχι παρισταμένη Λαερτιάδην Ὀδυσῆαὤτρυνʼ, ὡς ἂν πύρνα κατὰ μνηστῆρας ἀγείροι,γνοίη θʼ οἵ τινές εἰσιν ἐναίσιμοι οἵ τʼ ἀθέμιστοι·ἀλλʼ οὐδʼ ὥς τινʼ ἔμελλʼ ἀπαλεξήσειν κακότητος.βῆ δʼ ἴμεν αἰτήσων ἐνδέξια φῶτα ἕκαστον,πάντοσε χεῖρʼ ὀρέγων, ὡς εἰ πτωχὸς πάλαι εἴη.οἱ δʼ ἐλεαίροντες δίδοσαν, καὶ ἐθάμβεον αὐτόν,ἀλλήλους τʼ εἴροντο τίς εἴη καὶ πόθεν ἔλθοι.τοῖσι δὲ καὶ μετέειπε Μελάνθιος, αἰπόλος αἰγῶν·κέκλυτέ μευ, μνηστῆρες ἀγακλειτῆς βασιλείης,τοῦδε περὶ ξείνου· ἦ γάρ μιν πρόσθεν ὄπωπα.ἦ τοι μέν οἱ δεῦρο συβώτης ἡγεμόνευεν,αὐτὸν δʼ οὐ σάφα οἶδα, πόθεν γένος εὔχεται εἶναι.ὣς ἔφατʼ, Ἀντίνοος δʼ ἔπεσιν νείκεσσε συβώτην·ὦ ἀρίγνωτε συβῶτα, τίη δὲ σὺ τόνδε πόλινδεἤγαγες; ἦ οὐχ ἅλις ἧμιν ἀλήμονές εἰσι καὶ ἄλλοι,πτωχοὶ ἀνιηροί, δαιτῶν ἀπολυμαντῆρες;ἦ ὄνοσαι ὅτι τοι βίοτον κατέδουσιν ἄνακτοςἐνθάδʼ ἀγειρόμενοι, σὺ δὲ καὶ προτὶ τόνδʼ ἐκάλεσσας;τὸν δʼ ἀπαμειβόμενος προσέφης, Εὔμαιε συβῶτα·Ἀντίνοʼ, οὐ μὲν καλὰ καὶ ἐσθλὸς ἐὼν ἀγορεύεις·τίς γὰρ δὴ ξεῖνον καλεῖ ἄλλοθεν αὐτὸς ἐπελθὼνἄλλον γʼ, εἰ μὴ τῶν οἳ δημιοεργοὶ ἔασι,μάντιν ἢ ἰητῆρα κακῶν ἢ τέκτονα δούρων,ἢ καὶ θέσπιν ἀοιδόν, ὅ κεν τέρπῃσιν ἀείδων;οὗτοι γὰρ κλητοί γε βροτῶν ἐπʼ ἀπείρονα γαῖαν·πτωχὸν δʼ οὐκ ἄν τις καλέοι τρύξοντα ἓ αὐτόν.ἀλλʼ αἰεὶ χαλεπὸς περὶ πάντων εἶς μνηστήρωνδμωσὶν Ὀδυσσῆος, πέρι δʼ αὖτʼ ἐμοί· αὐτὰρ ἐγώ γεοὐκ ἀλέγω, ἧός μοι ἐχέφρων Πηνελόπειαζώει ἐνὶ μεγάροις καὶ Τηλέμαχος θεοειδής.τὸν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·σίγα, μή μοι τοῦτον ἀμείβεο πολλὰ ἔπεσσιν·Ἀντίνοος δʼ εἴωθε κακῶς ἐρεθιζέμεν αἰεὶμύθοισιν χαλεποῖσιν, ἐποτρύνει δὲ καὶ ἄλλους.ἦ ῥα καὶ Ἀντίνοον ἔπεα πτερόεντα προσηύδα·Ἀντίνοʼ, ἦ μευ καλὰ πατὴρ ὣς κήδεαι υἷος,ὃς τὸν ξεῖνον ἄνωγας ἀπὸ μεγάροιο διέσθαιμύθῳ ἀναγκαίῳ· μὴ τοῦτο θεὸς τελέσειε.δός οἱ ἑλών· οὔ τοι φθονέω· κέλομαι γὰρ ἐγώ γε·