οὐκέτʼ ἔπειτʼ ἐθέλουσιν ἐναίσιμα ἐργάζεσθαι·ἥμισυ γάρ τʼ ἀρετῆς ἀποαίνυται εὐρύοπα Ζεὺςἀνέρος, εὖτʼ ἄν μιν κατὰ δούλιον ἦμαρ ἕλῃσιν.ὣς εἰπὼν εἰσῆλθε δόμους εὖ ναιετάοντας,βῆ δʼ ἰθὺς μεγάροιο μετὰ μνηστῆρας ἀγαυούς.Ἄργον δʼ αὖ κατὰ μοῖρʼ ἔλαβεν μέλανος θανάτοιο,αὐτίκʼ ἰδόντʼ Ὀδυσῆα ἐεικοστῷ ἐνιαυτῷ.τὸν δὲ πολὺ πρῶτος ἴδε Τηλέμαχος θεοειδὴςἐρχόμενον κατὰ δῶμα συβώτην, ὦκα δʼ ἔπειτανεῦσʼ ἐπὶ οἷ καλέσας· ὁ δὲ παπτήνας ἕλε δίφρονκείμενον, ἔνθα τε δαιτρὸς ἐφίζεσκε κρέα πολλὰδαιόμενος μνηστῆρσι δόμον κάτα δαινυμένοισι·τὸν κατέθηκε φέρων πρὸς Τηλεμάχοιο τράπεζανἀντίον, ἔνθα δʼ ἄρʼ αὐτὸς ἐφέζετο· τῷ δʼ ἄρα κῆρυξμοῖραν ἑλὼν ἐτίθει κανέου τʼ ἐκ σῖτον ἀείρας.ἀγχίμολον δὲ μετʼ αὐτὸν ἐδύσετο δώματʼ Ὀδυσσεύς,πτωχῷ λευγαλέῳ ἐναλίγκιος ἠδὲ γέροντι,σκηπτόμενος· τὰ δὲ λυγρὰ περὶ χροΐ εἵματα ἕστο.ἷζε δʼ ἐπὶ μελίνου οὐδοῦ ἔντοσθε θυράων,κλινάμενος σταθμῷ κυπαρισσίνῳ, ὅν ποτε τέκτωνξέσσεν ἐπισταμένως καὶ ἐπὶ στάθμην ἴθυνεν.Τηλέμαχος δʼ ἐπὶ οἷ καλέσας προσέειπε συβώτην,ἄρτον τʼ οὖλον ἑλὼν περικαλλέος ἐκ κανέοιοκαὶ κρέας, ὥς οἱ χεῖρες ἐχάνδανον ἀμφιβαλόντι·δὸς τῷ ξείνῳ ταῦτα φέρων αὐτόν τε κέλευεαἰτίζειν μάλα πάντας ἐποιχόμενον μνηστῆρας·αἰδὼς δʼ οὐκ ἀγαθὴ κεχρημένῳ ἀνδρὶ παρεῖναι.ὣς φάτο, βῆ δὲ συφορβός, ἐπεὶ τὸν μῦθον ἄκουσεν,ἀγχοῦ δʼ ἱστάμενος ἔπεα πτερόεντʼ ἀγόρευε·Τηλέμαχός τοι, ξεῖνε, διδοῖ τάδε, καί σε κελεύειαἰτίζειν μάλα πάντας ἐποιχόμενον μνηστῆρας·αἰδῶ δʼ οὐκ ἀγαθήν φησʼ ἔμμεναι ἀνδρὶ προΐκτῃ.τὸν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς·Ζεῦ ἄνα, Τηλέμαχόν μοι ἐν ἀνδράσιν ὄλβιον εἶναι,καί οἱ πάντα γένοιθʼ ὅσσα φρεσὶν ᾗσι μενοινᾷ.ἦ ῥα καὶ ἀμφοτέρῃσιν ἐδέξατο καὶ κατέθηκεναὖθι ποδῶν προπάροιθεν, ἀεικελίης ἐπὶ πήρης,ἤσθιε δʼ ἧος ἀοιδὸς ἐνὶ μεγάροισιν ἄειδεν·εὖθʼ ὁ δεδειπνήκειν, ὁ δʼ ἐπαύετο θεῖος ἀοιδός.μνηστῆρες δʼ ὁμάδησαν ἀνὰ μέγαρʼ. αὐτὰρ Ἀθήνη,