γιγνώσκω, φρονέω· τά γε δὴ νοέοντι κελεύεις.ἀλλʼ ἔρχευ προπάροιθεν, ἐγὼ δʼ ὑπολείψομαι αὐτοῦ.οὐ γάρ τι πληγέων ἀδαήμων οὐδὲ βολάων·τολμήεις μοι θυμός, ἐπεὶ κακὰ πολλὰ πέπονθακύμασι καὶ πολέμῳ· μετὰ καὶ τόδε τοῖσι γενέσθω·γαστέρα δʼ οὔ πως ἔστιν ἀποκρύψαι μεμαυῖαν,οὐλομένην, ἣ πολλὰ κάκʼ ἀνθρώποισι δίδωσι,τῆς ἕνεκεν καὶ νῆες ἐΰζυγοι ὁπλίζονταιπόντον ἐπʼ ἀτρύγετον, κακὰ δυσμενέεσσι φέρουσαι.ὣς οἱ μὲν τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον·ἂν δὲ κύων κεφαλήν τε καὶ οὔατα κείμενος ἔσχεν,Ἄργος, Ὀδυσσῆος ταλασίφρονος, ὅν ῥά ποτʼ αὐτὸςθρέψε μέν, οὐδʼ ἀπόνητο, πάρος δʼ εἰς Ἴλιον ἱρὴνᾤχετο. τὸν δὲ πάροιθεν ἀγίνεσκον νέοι ἄνδρεςαἶγας ἐπʼ ἀγροτέρας ἠδὲ πρόκας ἠδὲ λαγωούς·δὴ τότε κεῖτʼ ἀπόθεστος ἀποιχομένοιο ἄνακτος,ἐν πολλῇ κόπρῳ, ἥ οἱ προπάροιθε θυράωνἡμιόνων τε βοῶν τε ἅλις κέχυτʼ, ὄφρʼ ἂν ἄγοιενδμῶες Ὀδυσσῆος τέμενος μέγα κοπρήσοντες·ἔνθα κύων κεῖτʼ Ἄργος, ἐνίπλειος κυνοραιστέων.δὴ τότε γʼ, ὡς ἐνόησεν Ὀδυσσέα ἐγγὺς ἐόντα,οὐρῇ μέν ῥʼ ὅ γʼ ἔσηνε καὶ οὔατα κάββαλεν ἄμφω,ἆσσον δʼ οὐκέτʼ ἔπειτα δυνήσατο οἷο ἄνακτοςἐλθέμεν· αὐτὰρ ὁ νόσφιν ἰδὼν ἀπομόρξατο δάκρυ,ῥεῖα λαθὼν Εὔμαιον, ἄφαρ δʼ ἐρεείνετο μύθῳ·Εὔμαιʼ, ἦ μάλα θαῦμα, κύων ὅδε κεῖτʼ ἐνὶ κόπρῳ.καλὸς μὲν δέμας ἐστίν, ἀτὰρ τόδε γʼ οὐ σάφα οἶδα,εἰ δὴ καὶ ταχὺς ἔσκε θέειν ἐπὶ εἴδεϊ τῷδε,ἦ αὔτως οἷοί τε τραπεζῆες κύνες ἀνδρῶνγίγνοντʼ· ἀγλαΐης δʼ ἕνεκεν κομέουσιν ἄνακτες.τὸν δʼ ἀπαμειβόμενος προσέφης, Εὔμαιε συβῶτα·καὶ λίην ἀνδρός γε κύων ὅδε τῆλε θανόντος.εἰ τοιόσδʼ εἴη ἠμὲν δέμας ἠδὲ καὶ ἔργα,οἷόν μιν Τροίηνδε κιὼν κατέλειπεν Ὀδυσσεύς,αἶψά κε θηήσαιο ἰδὼν ταχυτῆτα καὶ ἀλκήν.οὐ μὲν γάρ τι φύγεσκε βαθείης βένθεσιν ὕληςκνώδαλον, ὅττι δίοιτο· καὶ ἴχνεσι γὰρ περιῄδη·νῦν δʼ ἔχεται κακότητι, ἄναξ δέ οἱ ἄλλοθι πάτρηςὤλετο, τὸν δὲ γυναῖκες ἀκηδέες οὐ κομέουσι.δμῶες δʼ, εὖτʼ ἂν μηκέτʼ ἐπικρατέωσιν ἄνακτες,