ὔμμʼ ἐπὶ μηρίʼ ἔκηε, καλύψας πίονι δημῷ,ἀρνῶν ἠδʼ ἐρίφων, τόδε μοι κρηήνατʼ ἐέλδωρ,ὡς ἔλθοι μὲν κεῖνος ἀνήρ, ἀγάγοι δέ ἑ δαίμων·τῷ κέ τοι ἀγλαΐας γε διασκεδάσειεν ἁπάσας,τὰς νῦν ὑβρίζων φορέεις, ἀλαλήμενος αἰεὶἄστυ κάτʼ· αὐτὰρ μῆλα κακοὶ φθείρουσι νομῆες.τὸν δʼ αὖτε προσέειπε Μελάνθιος, αἰπόλος αἰγῶν·ὢ πόποι, οἷον ἔειπε κύων ὀλοφώϊα εἰδώς,τόν ποτʼ ἐγὼν ἐπὶ νηὸς ἐϋσσέλμοιο μελαίνηςἄξω τῆλʼ Ἰθάκης, ἵνα μοι βίοτον πολὺν ἄλφοι.αἲ γὰρ Τηλέμαχον βάλοι ἀργυρότοξος Ἀπόλλωνσήμερον ἐν μεγάροις, ἢ ὑπὸ μνηστῆρσι δαμείη,ὡς Ὀδυσῆΐ γε τηλοῦ ἀπώλετο νόστιμον ἦμαρ.ὣς εἰπὼν τοὺς μὲν λίπεν αὐτοῦ ἦκα κιόντας,αὐτὰρ ὁ βῆ, μάλα δʼ ὦκα δόμους ἵκανεν ἄνακτος.αὐτίκα δʼ εἴσω ἴεν, μετὰ δὲ μνηστῆρσι καθῖζεν,ἀντίον Εὐρυμάχου· τὸν γὰρ φιλέεσκε μάλιστα.τῷ πάρα μὲν κρειῶν μοῖραν θέσαν οἳ πονέοντο,σῖτον δʼ αἰδοίη ταμίη παρέθηκε φέρουσαἔδμεναι. ἀγχίμολον δʼ Ὀδυσεὺς καὶ δῖος ὑφορβὸςστήτην ἐρχομένω, περὶ δέ σφεας ἤλυθʼ ἰωὴφόρμιγγος γλαφυρῆς· ἀνὰ γάρ σφισι βάλλετʼ ἀείδεινΦήμιος· αὐτὰρ ὁ χειρὸς ἑλὼν προσέειπε συβώτην·Εὔμαιʼ, ἦ μάλα δὴ τάδε δώματα κάλʼ Ὀδυσῆος,ῥεῖα δʼ ἀρίγνωτʼ ἐστὶ καὶ ἐν πολλοῖσιν ἰδέσθαι.ἐξ ἑτέρων ἕτερʼ ἐστίν, ἐπήσκηται δέ οἱ αὐλὴτοίχῳ καὶ θριγκοῖσι, θύραι δʼ εὐερκέες εἰσὶδικλίδες· οὐκ ἄν τίς μιν ἀνὴρ ὑπεροπλίσσαιτο.γιγνώσκω δʼ ὅτι πολλοὶ ἐν αὐτῷ δαῖτα τίθενταιἄνδρες, ἐπεὶ κνίση μὲν ἀνήνοθεν, ἐν δέ τε φόρμιγξἠπύει, ἣν ἄρα δαιτὶ θεοὶ ποίησαν ἑταίρην.τὸν δʼ ἀπαμειβόμενος προσέφης, Εὔμαιε συβῶτα·ῥεῖʼ ἔγνως, ἐπεὶ οὐδὲ τά τʼ ἄλλα πέρ ἐσσʼ ἀνοήμων.ἀλλʼ ἄγε δὴ φραζώμεθʼ ὅπως ἔσται τάδε ἔργα.ἠὲ σὺ πρῶτος ἔσελθε δόμους εὖ ναιετάοντας,δύσεο δὲ μνηστῆρας, ἐγὼ δʼ ὑπολείψομαι αὐτοῦ·εἰ δʼ ἐθέλεις, ἐπίμεινον, ἐγὼ δʼ εἶμι προπάροιθε·μηδὲ σὺ δηθύνειν, μή τίς σʼ ἔκτοσθε νοήσαςἢ βάλῃ ἢ ἐλάσῃ· τὰ δέ σε φράζεσθαι ἄνωγα.τὸν δʼ ἠμείβετʼ ἔπειτα πολύτλας δῖος Ὀδυσσεύς·