ῥύατʼ ὄπισθε μένοντες· ὁ δʼ ἐς πόλιν ἦγεν ἄνακταπτωχῷ λευγαλέῳ ἐναλίγκιον ἠδὲ γέροντι,σκηπτόμενον· τὰ δὲ λυγρὰ περὶ χροῒ εἵματα ἕστο.ἀλλʼ ὅτε δὴ στείχοντες ὁδὸν κάτα παιπαλόεσσανἄστεος ἐγγὺς ἔσαν καὶ ἐπὶ κρήνην ἀφίκοντοτυκτὴν καλλίροον, ὅθεν ὑδρεύοντο πολῖται,τὴν ποίησʼ Ἴθακος καὶ Νήριτος ἠδὲ Πολύκτωρ·ἀμφὶ δʼ ἄρʼ αἰγείρων ὑδατοτρεφέων ἦν ἄλσος,πάντοσε κυκλοτερές, κατὰ δὲ ψυχρὸν ῥέεν ὕδωρὑψόθεν ἐκ πέτρης· βωμὸς δʼ ἐφύπερθε τέτυκτονυμφάων, ὅθι πάντες ἐπιρρέζεσκον ὁδῖται·ἔνθα σφέας ἐκίχανʼ υἱὸς Δολίοιο Μελανθεὺςαἶγας ἄγων, αἳ πᾶσι μετέπρεπον αἰπολίοισι,δεῖπνον μνηστήρεσσι· δύω δʼ ἅμʼ ἕποντο νομῆες.τοὺς δὲ ἰδὼν νείκεσσεν ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζεν,ἔκπαγλον καὶ ἀεικές· ὄρινε δὲ κῆρ Ὀδυσῆος·νῦν μὲν δὴ μάλα πάγχυ κακὸς κακὸν ἡγηλάζει,ὡς αἰεὶ τὸν ὁμοῖον ἄγει θεὸς ὡς τὸν ὁμοῖον.πῇ δὴ τόνδε μολοβρὸν ἄγεις, ἀμέγαρτε συβῶτα,πτωχὸν ἀνιηρόν δαιτῶν ἀπολυμαντῆρα;ὃς πολλῇς φλιῇσι παραστὰς θλίψεται ὤμους,αἰτίζων ἀκόλους, οὐκ ἄορας οὐδὲ λέβητας·τόν κʼ εἴ μοι δοίης σταθμῶν ῥυτῆρα γενέσθαισηκοκόρον τʼ ἔμεναι θαλλόν τʼ ἐρίφοισι φορῆναι,καί κεν ὀρὸν πίνων μεγάλην ἐπιγουνίδα θεῖτο.ἀλλʼ ἐπεὶ οὖν δὴ ἔργα κάκʼ ἔμμαθεν, οὐκ ἐθελήσειἔργον ἐποίχεσθαι, ἀλλὰ πτώσσων κατὰ δῆμονβούλεται αἰτίζων βόσκειν ἣν γαστέρʼ ἄναλτον.ἀλλʼ ἔκ τοι ἐρέω, τὸ δὲ καὶ τετελεσμένον ἔσται·αἴ κʼ ἔλθῃ πρὸς δώματʼ Ὀδυσσῆος θείοιο,πολλά οἱ ἀμφὶ κάρη σφέλα ἀνδρῶν ἐκ παλαμάωνπλευραὶ ἀποτρίψουσι δόμον κάτα βαλλομένοιο.ὣς φάτο, καὶ παριὼν λὰξ ἔνθορεν ἀφραδίῃσινἰσχίῳ· οὐδέ μιν ἐκτὸς ἀταρπιτοῦ ἐστυφέλιξεν,ἀλλʼ ἔμενʼ ἀσφαλέως· ὁ δὲ μερμήριξεν Ὀδυσσεὺςἠὲ μεταΐξας ῥοπάλῳ ἐκ θυμὸν ἕλοιτο,ἦ πρὸς γῆν ἐλάσειε κάρη ἀμφουδὶς ἀείρας.ἀλλʼ ἐπετόλμησε, φρεσὶ δʼ ἔσχετο· τὸν δὲ συβώτηςνείκεσʼ ἐσάντα ἰδών, μέγα δʼ εὔξατο χεῖρας ἀνασχών·νύμφαι κρηναῖαι, κοῦραι Διός, εἴ ποτʼ Ὀδυσσεὺς