ἥμενος ἐφρασάμην καὶ Τηλεμάχῳ ἐγεγώνευν.τὸν δʼ αὖτε προσέειπε περίφρων Πηνελόπεια·αἲ γὰρ τοῦτο, ξεῖνε, ἔπος τετελεσμένον εἴη·τῷ κε τάχα γνοίης φιλότητά τε πολλά τε δῶραἐξ ἐμεῦ, ὡς ἄν τίς σε συναντόμενος μακαρίζοι.ὣς οἱ μὲν τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον,μνηστῆρες δὲ πάροιθεν Ὀδυσσῆος μεγάροιοδίσκοισιν τέρποντο καὶ αἰγανέῃσιν ἱέντες,ἐν τυκτῷ δαπέδῳ, ὅθι περ πάρος ὕβριν ἔχοντες.ἀλλʼ ὅτε δὴ δείπνηστος ἔην καὶ ἐπήλυθε μῆλαπάντοθεν ἐξ ἀγρῶν, οἱ δʼ ἤγαγον οἳ τὸ πάρος περ,καὶ τότε δή σφιν ἔειπε Μέδων· ὃς γάρ ῥα μάλισταἥνδανε κηρύκων, καί σφιν παρεγίγνετο δαιτί·κοῦροι, ἐπεὶ δὴ πάντες ἐτέρφθητε φρένʼ ἀέθλοις,ἔρχεσθε πρὸς δώμαθʼ, ἵνʼ ἐντυνώμεθα δαῖτα·οὐ μὲν γάρ τι χέρειον ἐν ὥρῃ δεῖπνον ἑλέσθαι.ὣς ἔφαθʼ, οἱ δʼ ἀνστάντες ἔβαν πείθοντό τε μύθῳ.αὐτὰρ ἐπεί ῥʼ ἵκοντο δόμους εὖ ναιετάοντας,χλαίνας μὲν κατέθεντο κατὰ κλισμούς τε θρόνους τε,οἱ δʼ ἱέρευον ὄϊς μεγάλους καὶ πίονας αἶγας,ἵρευον δὲ σύας σιάλους καὶ βοῦν ἀγελαίην,δαῖτʼ ἐντυνόμενοι. τοὶ δʼ ἐξ ἀγροῖο πόλινδεὠτρύνοντʼ Ὀδυσεύς τʼ ἰέναι καὶ δῖος ὑφορβός.τοῖσι δὲ μύθων ἦρχε συβώτης, ὄρχαμος ἀνδρῶν·ξεῖνʼ, ἐπεὶ ἂρ δὴ ἔπειτα πόλινδʼ ἰέναι μενεαίνειςσήμερον, ὡς ἐπέτελλεν ἄναξ ἐμός—ἦ σʼ ἂν ἐγώ γεαὐτοῦ βουλοίμην σταθμῶν ῥυτῆρα λιπέσθαι·ἀλλὰ τὸν αἰδέομαι καὶ δείδια, μή μοι ὀπίσσωνεικείῃ· χαλεπαὶ δέ τʼ ἀνάκτων εἰσὶν ὁμοκλαί—ἀλλʼ ἄγε νῦν ἴομεν· δὴ γὰρ μέμβλωκε μάλισταἦμαρ, ἀτὰρ τάχα τοι ποτὶ ἕσπερα ῥίγιον ἔσται.τὸν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς·γιγνώσκω, φρονέω· τά γε δὴ νοέοντι κελεύεις.ἀλλʼ ἴομεν, σὺ δʼ ἔπειτα διαμπερὲς ἡγεμόνευε.δὸς δέ μοι, εἴ ποθί τοι ῥόπαλον τετμημένον ἐστίν,σκηρίπτεσθʼ, ἐπεὶ ἦ φατʼ ἀρισφαλέʼ ἔμμεναι οὐδόν.ἦ ῥα καὶ ἀμφʼ ὤμοισιν ἀεικέα βάλλετο πήρην,πυκνὰ ῥωγαλέην· ἐν δὲ στρόφος ἦεν ἀορτήρ·Εὔμαιος δʼ ἄρα οἱ σκῆπτρον θυμαρὲς ἔδωκε.τὼ βήτην, σταθμὸν δὲ κύνες καὶ βώτορες ἄνδρες