ὅττευ χρηΐζων ἱκόμην Λακεδαίμονα δῖαν·αὐτὰρ ἐγὼ τῷ πᾶσαν ἀληθείην κατέλεξα·καὶ τότε δή με ἔπεσσιν ἀμειβόμενος προσέειπεν·ὢ πόποι, ἦ μάλα δὴ κρατερόφρονος ἀνδρὸς ἐν εὐνῇἤθελον εὐνηθῆναι, ἀνάλκιδες αὐτοὶ ἐόντες.ὡς δʼ ὁπότʼ ἐν ξυλόχῳ ἔλαφος κρατεροῖο λέοντοςνεβροὺς κοιμήσασα νεηγενέας γαλαθηνοὺςκνημοὺς ἐξερέῃσι καὶ ἄγκεα ποιήενταβοσκομένη, ὁ δʼ ἔπειτα ἑὴν εἰσήλυθεν εὐνήν,ἀμφοτέροισι δὲ τοῖσιν ἀεικέα πότμον ἐφῆκεν,ὣς Ὀδυσεὺς κείνοισιν ἀεικέα πότμον ἐφήσει.αἲ γάρ, Ζεῦ τε πάτερ καὶ Ἀθηναίη καὶ Ἄπολλον,τοῖος ἐὼν οἷός ποτʼ ἐϋκτιμένῃ ἐνὶ Λέσβῳἐξ ἔριδος Φιλομηλεΐδῃ ἐπάλαισεν ἀναστάς,κὰδ δʼ ἔβαλε κρατερῶς, κεχάροντο δὲ πάντες Ἀχαιοί,τοῖος ἐὼν μνηστῆρσιν ὁμιλήσειεν Ὀδυσσεύς·πάντες κʼ ὠκύμοροί τε γενοίατο πικρόγαμοί τε.ταῦτα δʼ ἅ μʼ εἰρωτᾷς καὶ λίσσεαι, οὐκ ἂν ἐγώ γεἄλλα παρὲξ εἴποιμι παρακλιδὸν οὐδʼ ἀπατήσω,ἀλλὰ τὰ μέν μοι ἔειπε γέρων ἅλιος νημερτής,τῶν οὐδέν τοι ἐγὼ κρύψω ἔπος οὐδʼ ἐπικεύσω.φῆ μιν ὅ γʼ ἐν νήσῳ ἰδέειν κρατέρʼ ἄλγεʼ ἔχοντα,νύμφης ἐν μεγάροισι Καλυψοῦς, ἥ μιν ἀνάγκῃἴσχει· ὁ δʼ οὐ δύναται ἣν πατρίδα γαῖαν ἱκέσθαι.οὐ γάρ οἱ πάρα νῆες ἐπήρετμοι καὶ ἑταῖροι,οἵ κέν μιν πέμποιεν ἐπʼ εὐρέα νῶτα θαλάσσηςὣς ἔφατʼ Ἀτρεΐδης, δουρικλειτὸς Μενέλαος.ταῦτα τελευτήσας νεόμην· ἔδοσαν δέ μοι οὖρονἀθάνατοι, τοί μʼ ὦκα φίλην ἐς πατρίδʼ ἔπεμψαν.ὣς φάτο, τῇ δʼ ἄρα θυμὸν ἐνὶ στήθεσσιν ὄρινε.τοῖσι δὲ καὶ μετέειπε Θεοκλύμενος θεοειδής·ὦ γύναι αἰδοίη Λαερτιάδεω Ὀδυσῆος,ἦ τοι ὅ γʼ οὐ σάφα οἶδεν, ἐμεῖο δὲ σύνθεο μῦθον·ἀτρεκέως γάρ σοι μαντεύσομαι οὐδʼ ἐπικεύσω·ἴστω νῦν Ζεὺς πρῶτα θεῶν, ξενίη τε τράπεζαἱστίη τʼ Ὀδυσῆος ἀμύμονος, ἣν ἀφικάνω,ὡς ἦ τοι Ὀδυσεὺς ἤδη ἐν πατρίδι γαίῃ,ἥμενος ἢ ἕρπων, τάδε πευθόμενος κακὰ ἔργα,ἔστιν, ἀτὰρ μνηστῆρσι κακὸν πάντεσσι φυτεύει·τοῖον ἐγὼν οἰωνὸν ἐϋσσέλμου ἐπὶ νηὸς