ἦμος δʼ ἠριγένεια φάνη ῥοδοδάκτυλος Ἠώς,δὴ τότʼ ἔπειθʼ ὑπὸ ποσσὶν ἐδήσατο καλὰ πέδιλαΤηλέμαχος, φίλος υἱὸς Ὀδυσσῆος θείοιο,εἵλετο δʼ ἄλκιμον ἔγχος, ὅ οἱ παλάμηφιν ἀρήρει,ἄστυδε ἱέμενος, καὶ ἑὸν προσέειπε συβώτην·ἄττʼ, ἦ τοι μὲν ἐγὼν εἶμʼ ἐς πόλιν, ὄφρα με μήτηρὄψεται· οὐ γάρ μιν πρόσθεν παύσεσθαι ὀΐωκλαυθμοῦ τε στυγεροῖο γόοιό τε δακρυόεντος,πρίν γʼ αὐτόν με ἴδηται· ἀτὰρ σοί γʼ ὧδʼ ἐπιτέλλω.τὸν ξεῖνον δύστηνον ἄγʼ ἐς πόλιν, ὄφρʼ ἂν ἐκεῖθιδαῖτα πτωχεύῃ· δώσει δέ οἱ ὅς κʼ ἐθέλῃσιπύρνον καὶ κοτύλην· ἐμὲ δʼ οὔ πως ἔστιν ἅπανταςἀνθρώπους ἀνέχεσθαι, ἔχοντά περ ἄλγεα θυμῷ·ὁ ξεῖνος δʼ εἴ περ μάλα μηνίει, ἄλγιον αὐτῷἔσσεται· ἦ γὰρ ἐμοὶ φίλʼ ἀληθέα μυθήσασθαι.τὸν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς·ὦ φίλος, οὐδέ τοι αὐτὸς ἐρύκεσθαι μενεαίνω·πτωχῷ βέλτερόν ἐστι κατὰ πτόλιν ἠὲ κατʼ ἀγροὺςδαῖτα πτωχεύειν· δώσει δέ μοι ὅς κʼ ἐθέλῃσιν.οὐ γὰρ ἐπὶ σταθμοῖσι μένειν ἔτι τηλίκος εἰμί,ὥστʼ ἐπιτειλαμένῳ σημάντορι πάντα πιθέσθαι.ἀλλʼ ἔρχευ· ἐμὲ δʼ ἄξει ἀνὴρ ὅδε, τὸν σὺ κελεύεις,αὐτίκʼ ἐπεί κε πυρὸς θερέω ἀλέη τε γένηται.αἰνῶς γὰρ τάδε εἵματʼ ἔχω κακά· μή με δαμάσσῃστίβη ὑπηοίη· ἕκαθεν δέ τε ἄστυ φάτʼ εἶναι.ὣς φάτο, Τηλέμαχος δὲ διὰ σταθμοῖο βεβήκει,κραιπνὰ ποσὶ προβιβάς, κακὰ δὲ μνηστῆρσι φύτευεν.αὐτὰρ ἐπεί ῥʼ ἵκανε δόμους εὖ ναιετάοντας,ἔγχος μέν ῥʼ ἔστησε φέρων πρὸς κίονα μακρήν,αὐτὸς δʼ εἴσω ἴεν καὶ ὑπέρβη λάϊνον οὐδόν.τὸν δὲ πολὺ πρώτη εἶδε τροφὸς Εὐρύκλεια,κώεα καστορνῦσα θρόνοις ἔνι δαιδαλέοισι,δακρύσασα δʼ ἔπειτʼ ἰθὺς κίεν· ἀμφὶ δʼ ἄρʼ ἄλλαιδμῳαὶ Ὀδυσσῆος ταλασίφρονος ἠγερέθοντο,καὶ κύνεον ἀγαπαζόμεναι κεφαλήν τε καὶ ὤμους.ἡ δʼ ἴεν ἐκ θαλάμοιο περίφρων Πηνελόπεια,Ἀρτέμιδι ἰκέλη ἠὲ χρυσέῃ Ἀφροδίτῃ,ἀμφὶ δὲ παιδὶ φίλῳ βάλε πήχεε δακρύσασα,κύσσε δέ μιν κεφαλήν τε καὶ ἄμφω φάεα καλά,καί ῥʼ ὀλοφυρομένη ἔπεα πτερόεντα προσηύδα·