πέμψω δʼ ὅππη μιν κραδίη θυμός τε κελεύει.εἰ δʼ ἐθέλεις, σὺ κόμισσον ἐνὶ σταθμοῖσιν ἐρύξας·εἵματα δʼ ἐνθάδʼ ἐγὼ πέμψω καὶ σῖτον ἅπανταἔδμεναι, ὡς ἂν μή σε κατατρύχῃ καὶ ἑταίρους.κεῖσε δʼ ἂν οὔ μιν ἐγώ γε μετὰ μνηστῆρας ἐῷμιἔρχεσθαι· λίην γὰρ ἀτάσθαλον ὕβριν ἔχουσι·μή μιν κερτομέωσιν, ἐμοὶ δʼ ἄχος ἔσσεται αἰνόν.πρῆξαι δʼ ἀργαλέον τι μετὰ πλεόνεσσιν ἐόνταἄνδρα καὶ ἴφθιμον, ἐπεὶ ἦ πολὺ φέρτεροί εἰσι.τὸν δʼ αὖτε προσέειπε πολύτλας δῖος Ὀδυσσεύς·ὦ φίλʼ, ἐπεί θήν μοι καὶ ἀμείψασθαι θέμις ἐστίν,ἦ μάλα μευ καταδάπτετʼ ἀκούοντος φίλον ἦτορ,οἷά φατε μνηστῆρας ἀτάσθαλα μηχανάασθαιἐν μεγάροις, ἀέκητι σέθεν τοιούτου ἐόντος.εἰπέ μοι ἠὲ ἑκὼν ὑποδάμνασαι, ἦ σέ γε λαοὶἐχθαίρουσʼ ἀνὰ δῆμον, ἐπισπόμενοι θεοῦ ὀμφῇ,ἦ τι κασιγνήτοις ἐπιμέμφεαι, οἷσί περ ἀνὴρμαρναμένοισι πέποιθε, καὶ εἰ μέγα νεῖκος ὄρηται.αἲ γὰρ ἐγὼν οὕτω νέος εἴην τῷδʼ ἐπὶ θυμῷ,ἢ παῖς ἐξ Ὀδυσῆος ἀμύμονος ἠὲ καὶ αὐτός·αὐτίκʼ ἔπειτʼ ἀπʼ ἐμεῖο κάρη τάμοι ἀλλότριος φώς,εἰ μὴ ἐγὼ κείνοισι κακὸν πάντεσσι γενοίμην,ἐλθὼν ἐς μέγαρον Λαερτιάδεω Ὀδυσῆος.εἰ δʼ αὖ με πληθυῖ δαμασαίατο μοῦνον ἐόντα,βουλοίμην κʼ ἐν ἐμοῖσι κατακτάμενος μεγάροισιτεθνάμεν ἢ τάδε γʼ αἰὲν ἀεικέα ἔργʼ ὁράασθαι,ξείνους τε στυφελιζομένους δμῳάς τε γυναῖκαςῥυστάζοντας ἀεικελίως κατὰ δώματα καλά,καὶ οἶνον διαφυσσόμενον, καὶ σῖτον ἔδονταςμὰψ αὔτως, ἀτέλεστον, ἀνηνύστῳ ἐπὶ ἔργῳ.τὸν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·τοιγὰρ ἐγώ τοι, ξεῖνε, μάλʼ ἀτρεκέως ἀγορεύσω.οὔτε τί μοι πᾶς δῆμος ἀπεχθόμενος χαλεπαίνει,οὔτε κασιγνήτοις ἐπιμέμφομαι, οἷσί περ ἀνὴρμαρναμένοισι πέποιθε, καὶ εἰ μέγα νεῖκος ὄρηται.ὧδε γὰρ ἡμετέρην γενεὴν μούνωσε Κρονίων·μοῦνον Λαέρτην Ἀρκείσιος υἱὸν ἔτικτε,μοῦνον δʼ αὖτʼ Ὀδυσῆα πατὴρ τέκεν· αὐτὰρ Ὀδυσσεὺςμοῦνον ἔμʼ ἐν μεγάροισι τεκὼν λίπεν οὐδʼ ἀπόνητο.τῷ νῦν δυσμενέες μάλα μυρίοι εἴσʼ ἐνὶ οἴκῳ.