ἡμετέρῳ, ἐπεὶ ἦ καὶ ἐμὲ πτολίπορθος Ὀδυσσεὺςπολλάκι γούνασιν οἷσιν ἐφεσσάμενος κρέας ὀπτὸνἐν χείρεσσιν ἔθηκεν, ἐπέσχε τε οἶνον ἐρυθρόν.τῷ μοι Τηλέμαχος πάντων πολὺ φίλτατός ἐστινἀνδρῶν, οὐδέ τί μιν θάνατον τρομέεσθαι ἄνωγαἔκ γε μνηστήρων· θεόθεν δʼ οὐκ ἔστʼ ἀλέασθαι.ὣς φάτο θαρσύνων, τῷ δʼ ἤρτυεν αὐτὸς ὄλεθρον.ἡ μὲν ἄρʼ εἰσαναβᾶσʼ ὑπερώϊα σιγαλόεντακλαῖεν ἔπειτʼ Ὀδυσῆα, φίλον πόσιν, ὄφρα οἱ ὕπνονἡδὺν ἐπὶ βλεφάροισι βάλε γλαυκῶπις Ἀθήνη.ἑσπέριος δʼ Ὀδυσῆϊ καὶ υἱέϊ δῖος ὑφορβὸςἤλυθεν· οἱ δʼ ἄρα δόρπον ἐπισταδὸν ὡπλίζοντο,σῦν ἱερεύσαντες ἐνιαύσιον. αὐτὰρ Ἀθήνη,ἄγχι παρισταμένη, Λαερτιάδην Ὀδυσῆαῥάβδῳ πεπληγυῖα πάλιν ποίησε γέροντα,λυγρὰ δὲ εἵματα ἕσσε περὶ χροΐ, μή ἑ συβώτηςγνοίη ἐσάντα ἰδὼν καὶ ἐχέφρονι Πηνελοπείῃἔλθοι ἀπαγγέλλων μηδὲ φρεσὶν εἰρύσσαιτο.τὸν καὶ Τηλέμαχος πρότερος πρὸς μῦθον ἔειπεν·ἦλθες, δῖʼ Εὔμαιε. τί δὴ κλέος ἔστʼ ἀνὰ ἄστυ;ἦ ῥʼ ἤδη μνηστῆρες ἀγήνορες ἔνδον ἔασινἐκ λόχου, ἦ ἔτι μʼ αὖτʼ εἰρύαται οἴκαδʼ ἰόντα;τὸν δʼ ἀπαμειβόμενος προσέφης, Εὔμαιε συβῶτα·οὐκ ἔμελέν μοι ταῦτα μεταλλῆσαι καὶ ἐρέσθαιἄστυ καταβλώσκοντα· τάχιστά με θυμὸς ἀνώγειἀγγελίην εἰπόντα πάλιν δεῦρʼ ἀπονέεσθαι.ὡμήρησε δέ μοι παρʼ ἑταίρων ἄγγελος ὠκύς,κῆρυξ, ὃς δὴ πρῶτος ἔπος σῇ μητρὶ ἔειπεν.ἄλλο δέ τοι τό γε οἶδα· τὸ γὰρ ἴδον ὀφθαλμοῖσιν.ἤδη ὑπὲρ πόλιος, ὅθι θʼ Ἕρμαιος λόφος ἐστίν,ἦα κιών, ὅτε νῆα θοὴν ἰδόμην κατιοῦσανἐς λιμένʼ ἡμέτερον· πολλοὶ δʼ ἔσαν ἄνδρες ἐν αὐτῇ,βεβρίθει δὲ σάκεσσι καὶ ἔγχεσιν ἀμφιγύοισι·καὶ σφέας ὠΐσθην τοὺς ἔμμεναι, οὐδέ τι οἶδα.ὣς φάτο, μείδησεν δʼ ἱερὴ ἲς Τηλεμάχοιοἐς πατέρʼ ὀφθαλμοῖσιν ἰδών, ἀλέεινε δʼ ὑφορβόν.οἱ δʼ ἐπεὶ οὖν παύσαντο πόνου τετύκοντό τε δαῖτα,δαίνυντʼ, οὐδέ τι θυμὸς ἐδεύετο δαιτὸς ἐΐσης.αὐτὰρ ἐπεὶ πόσιος καὶ ἐδητύος ἐξ ἔρον ἕντο,κοίτου τε μνήσαντο καὶ ὕπνου δῶρον ἕλοντο.