κτείνειν· ἀλλὰ πρῶτα θεῶν εἰρώμεθα βουλάς.εἰ μέν κʼ αἰνήσωσι Διὸς μεγάλοιο θέμιστες,αὐτός τε κτενέω τούς τʼ ἄλλους πάντας ἀνώξω·εἰ δέ κʼ ἀποτρωπῶσι θεοί, παύσασθαι ἄνωγα.ὣς ἔφατʼ Ἀμφίνομος, τοῖσιν δʼ ἐπιήνδανε μῦθος.αὐτίκʼ ἔπειτʼ ἀνστάντες ἔβαν δόμον εἰς Ὀδυσῆος,ἐλθόντες δὲ καθῖζον ἐπὶ ξεστοῖσι θρόνοισιν.ἡ δʼ αὖτʼ ἄλλʼ ἐνόησε περίφρων Πηνελόπεια,μνηστήρεσσι φανῆναι ὑπέρβιον ὕβριν ἔχουσι.πεύθετο γὰρ οὗ παιδὸς ἐνὶ μεγάροισιν ὄλεθρον·κῆρυξ γάρ οἱ ἔειπε Μέδων, ὃς ἐπεύθετο βουλάς.βῆ δʼ ἰέναι μέγαρόνδε σὺν ἀμφιπόλοισι γυναιξίν.ἀλλʼ ὅτε δὴ μνηστῆρας ἀφίκετο δῖα γυναικῶν,στῆ ῥα παρὰ σταθμὸν τέγεος πύκα ποιητοῖο,ἄντα παρειάων σχομένη λιπαρὰ κρήδεμνα,Ἀντίνοον δʼ ἐνένιπεν ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζεν·Ἀντίνοʼ, ὕβριν ἔχων, κακομήχανε, καὶ δέ σέ φασινἐν δήμῳ Ἰθάκης μεθʼ ὁμήλικας ἔμμεν ἄριστονβουλῇ καὶ μύθοισι· σὺ δʼ οὐκ ἄρα τοῖος ἔησθα.μάργε, τίη δὲ σὺ Τηλεμάχῳ θάνατόν τε μόρον τεῥάπτεις, οὐδʼ ἱκέτας ἐμπάζεαι, οἷσιν ἄρα Ζεὺςμάρτυρος; οὐδʼ ὁσίη κακὰ ῥάπτειν ἀλλήλοισιν.ἦ οὐκ οἶσθʼ ὅτε δεῦρο πατὴρ τεὸς ἵκετο φεύγων,δῆμον ὑποδείσας; δὴ γὰρ κεχολώατο λίην,οὕνεκα ληϊστῆρσιν ἐπισπόμενος Ταφίοισινἤκαχε Θεσπρωτούς· οἱ δʼ ἡμῖν ἄρθμιοι ἦσαν·τόν ῥʼ ἔθελον φθῖσαι καὶ ἀπορραῖσαι φίλον ἦτορἠδὲ κατὰ ζωὴν φαγέειν μενοεικέα πολλήν·ἀλλʼ Ὀδυσεὺς κατέρυκε καὶ ἔσχεθεν ἱεμένους περ.τοῦ νῦν οἶκον ἄτιμον ἔδεις, μνάᾳ δὲ γυναῖκαπαῖδά τʼ ἀποκτείνεις, ἐμὲ δὲ μεγάλως ἀκαχίζεις·ἀλλά σε παύσασθαι κέλομαι καὶ ἀνωγέμεν ἄλλους.τὴν δʼ αὖτʼ Εὐρύμαχος, Πολύβου πάϊς, ἀντίον ηὔδα·κούρη Ἰκαρίοιο, περίφρον Πηνελόπεια,θάρσει· μή τοι ταῦτα μετὰ φρεσὶ σῇσι μελόντων.οὐκ ἔσθʼ οὗτος ἀνὴρ οὐδʼ ἔσσεται οὐδὲ γένηται,ὅς κεν Τηλεμάχῳ σῷ υἱέϊ χεῖρας ἐποίσειζώοντός γʼ ἐμέθεν καὶ ἐπὶ χθονὶ δερκομένοιο.ὧδε γὰρ ἐξερέω, καὶ μὴν τετελεσμένον ἔσται·αἶψά οἱ αἷμα κελαινὸν ἐρωήσει περὶ δουρὶ