ἡ δʼ ἄρʼ ἔπειτʼ Ἰθάκηνδε κατήγετο νηῦς εὐεργής,ἣ φέρε Τηλέμαχον Πυλόθεν καὶ πάντας ἑταίρους.οἱ δʼ ὅτε δὴ λιμένος πολυβενθέος ἐντὸς ἵκοντο,νῆα μὲν οἵ γε μέλαιναν ἐπʼ ἠπείροιο ἔρυσσαν,τεύχεα δέ σφʼ ἀπένεικαν ὑπέρθυμοι θεράποντες,αὐτίκα δʼ ἐς Κλυτίοιο φέρον περικαλλέα δῶρα.αὐτὰρ κήρυκα πρόεσαν δόμον εἰς Ὀδυσῆος,ἀγγελίην ἐρέοντα περίφρονι Πηνελοπείῃ,οὕνεκα Τηλέμαχος μὲν ἐπʼ ἀγροῦ, νῆα δʼ ἀνώγειἄστυδʼ ἀποπλείειν, ἵνα μὴ δείσασʼ ἐνὶ θυμῷἰφθίμη βασίλεια τέρεν κατὰ δάκρυον εἴβοιτὼ δὲ συναντήτην κῆρυξ καὶ δῖος ὑφορβὸςτῆς αὐτῆς ἕνεκʼ ἀγγελίης, ἐρέοντε γυναικί.ἀλλʼ ὅτε δή ῥʼ ἵκοντο δόμον θείου βασιλῆος,κῆρυξ μέν ῥα μέσῃσι μετὰ δμῳῇσιν ἔειπεν·ἤδη τοι, βασίλεια, φίλος πάϊς εἰλήλουθε.Πηνελοπείῃ δʼ εἶπε συβώτης ἄγχι παραστὰςπάνθʼ ὅσα οἱ φίλος υἱὸς ἀνώγει μυθήσασθαι.αὐτὰρ ἐπεὶ δὴ πᾶσαν ἐφημοσύνην ἀπέειπε,βῆ ῥʼ ἴμεναι μεθʼ ὕας, λίπε δʼ ἕρκεά τε μέγαρόν τε.μνηστῆρες δʼ ἀκάχοντο κατήφησάν τʼ ἐνὶ θυμῷ,ἐκ δʼ ἦλθον μεγάροιο παρὲκ μέγα τειχίον αὐλῆς,αὐτοῦ δὲ προπάροιθε θυράων ἑδριόωντο.τοῖσιν δʼ Εὐρύμαχος, Πολύβου πάϊς, ἦρχʼ ἀγορεύειν·ὦ φίλοι, ἦ μέγα ἔργον ὑπερφιάλως τετέλεσταιΤηλεμάχῳ ὁδὸς ἥδε· φάμεν δέ οἱ οὐ τελέεσθαι.ἀλλʼ ἄγε νῆα μέλαιναν ἐρύσσομεν ἥ τις ἀρίστη,ἐς δʼ ἐρέτας ἁλιῆας ἀγείρομεν, οἵ κε τάχιστακείνοις ἀγγείλωσι θοῶς οἶκόνδε νέεσθαι.οὔ πω πᾶν εἴρηθʼ, ὅτʼ ἄρʼ Ἀμφίνομος ἴδε νῆα,στρεφθεὶς ἐκ χώρης, λιμένος πολυβενθέος ἐντός,ἱστία τε στέλλοντας ἐρετμά τε χερσὶν ἔχοντας.ἡδὺ δʼ ἄρʼ ἐκγελάσας μετεφώνεεν οἷς ἑτάροισι·μή τινʼ ἔτʼ ἀγγελίην ὀτρύνομεν· οἵδε γὰρ ἔνδον.ἤ τίς σφιν τόδʼ ἔειπε θεῶν, ἢ εἴσιδον αὐτοὶνῆα παρερχομένην, τὴν δʼ οὐκ ἐδύναντο κιχῆναι.ὣς ἔφαθʼ, οἱ δʼ ἀνστάντες ἔβαν ἐπὶ θῖνα θαλάσσης,αἶψα δὲ νῆα μέλαιναν ἐπʼ ἠπείροιο ἔρυσσαν,τεύχεα δέ σφʼ ἀπένεικαν ὑπέρθυμοι θεράποντες.αὐτοὶ δʼ εἰς ἀγορὴν κίον ἀθρόοι, οὐδέ τινʼ ἄλλον