ὁππότε κεν πολύβουλος ἐνὶ φρεσὶ θῇσιν Ἀθήνη,νεύσω μέν τοι ἐγὼ κεφαλῇ, σὺ δʼ ἔπειτα νοήσαςὅσσα τοι ἐν μεγάροισιν Ἀρήϊα τεύχεα κεῖταιἐς μυχὸν ὑψηλοῦ θαλάμου καταθεῖναι ἀείραςπάντα μάλʼ· αὐτὰρ μνηστῆρας μαλακοῖς ἐπέεσσιπαρφάσθαι, ὅτε κέν σε μεταλλῶσιν ποθέοντες·ἐκ καπνοῦ κατέθηκʼ, ἐπεὶ οὐκέτι τοῖσιν ἐῴκειοἷά ποτε Τροίηνδε κιὼν κατέλειπεν Ὀδυσσεύς,ἀλλὰ κατῄκισται, ὅσσον πυρὸς ἵκετʼ ἀϋτμή.πρὸς δʼ ἔτι καὶ τόδε μεῖζον ἐνὶ φρεσὶ θῆκε Κρονίων,μή πως οἰνωθέντες, ἔριν στήσαντες ἐν ὑμῖν,ἀλλήλους τρώσητε καταισχύνητέ τε δαῖτακαὶ μνηστύν· αὐτὸς γὰρ ἐφέλκεται ἄνδρα σίδηρος.νῶϊν δʼ οἴοισιν δύο φάσγανα καὶ δύο δοῦρεκαλλιπέειν καὶ δοιὰ βοάγρια χερσὶν ἑλέσθαι,ὡς ἂν ἐπιθύσαντες ἑλοίμεθα· τοὺς δέ κʼ ἔπειταΠαλλὰς Ἀθηναίη θέλξει καὶ μητίετα Ζεύς.ἄλλο δέ τοι ἐρέω, σὺ δʼ ἐνὶ φρεσὶ βάλλεο σῇσιν·εἰ ἐτεόν γʼ ἐμός ἐσσι καὶ αἵματος ἡμετέροιο,μή τις ἔπειτʼ Ὀδυσῆος ἀκουσάτω ἔνδον ἐόντος,μήτʼ οὖν Λαέρτης ἴστω τό γε μήτε συβώτηςμήτε τις οἰκήων μήτʼ αὐτὴ Πηνελόπεια,ἀλλʼ οἶοι σύ τʼ ἐγώ τε γυναικῶν γνώομεν ἰθύν·καί κέ τεο δμώων ἀνδρῶν ἔτι πειρηθεῖμεν,ἠμὲν ὅπου τις νῶϊ τίει καὶ δείδιε θυμῷ,ἠδʼ ὅτις οὐκ ἀλέγει, σὲ δʼ ἀτιμᾷ τοῖον ἐόντα.τὸν δʼ ἀπαμειβόμενος προσεφώνεε φαίδιμος υἱόςὦ πάτερ, ἦ τοι ἐμὸν θυμὸν καὶ ἔπειτά γʼ, ὀΐω,γνώσεαι· οὐ μὲν γάρ τι χαλιφροσύναι γέ μʼ ἔχουσιν·ἀλλʼ οὔ τοι τόδε κέρδος ἐγὼν ἔσσεσθαι ὀΐωἡμῖν ἀμφοτέροισι· σὲ δὲ φράζεσθαι ἄνωγα.δηθὰ γὰρ αὔτως εἴσῃ ἑκάστου πειρητίζων,ἔργα μετερχόμενος· τοὶ δʼ ἐν μεγάροισιν ἕκηλοιχρήματα δαρδάπτουσιν ὑπέρβιον οὐδʼ ἔπι φειδώ.ἀλλʼ ἦ τοί σε γυναῖκας ἐγὼ δεδάασθαι ἄνωγα,αἵ τέ σʼ ἀτιμάζουσι καὶ αἳ νηλείτιδές εἰσιν·ἀνδρῶν δʼ οὐκ ἂν ἐγώ γε κατὰ σταθμοὺς ἐθέλοιμιἡμέας πειράζειν, ἀλλʼ ὕστερα ταῦτα πένεσθαι,εἰ ἐτεόν γέ τι οἶσθα Διὸς τέρας αἰγιόχοιο.ὣς οἱ μὲν τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον,