χεῖράς τʼ αἰχμητὴν ἔμεναι καὶ ἐπίφρονα βουλήν·ἀλλὰ λίην μέγα εἶπες· ἄγη μʼ ἔχει· οὐδέ κεν εἴηἄνδρε δύω πολλοῖσι καὶ ἰφθίμοισι μάχεσθαι.μνηστήρων δʼ οὔτʼ ἂρ δεκὰς ἀτρεκὲς οὔτε δύʼ οἶαι,ἀλλὰ πολὺ πλέονες· τάχα δʼ εἴσεαι ἐνθάδʼ ἀριθμόν.ἐκ μὲν Δουλιχίοιο δύω καὶ πεντήκοντακοῦροι κεκριμένοι, ἓξ δὲ δρηστῆρες ἕπονται·ἐκ δὲ Σάμης πίσυρές τε καὶ εἴκοσι φῶτες ἔασιν,ἐκ δὲ Ζακύνθου ἔασιν ἐείκοσι κοῦροι Ἀχαιῶν,ἐκ δʼ αὐτῆς Ἰθάκης δυοκαίδεκα πάντες ἄριστοι,καί σφιν ἅμʼ ἐστὶ Μέδων κῆρυξ καὶ θεῖος ἀοιδὸςκαὶ δοιὼ θεράποντε, δαήμονε δαιτροσυνάων.τῶν εἴ κεν πάντων ἀντήσομεν ἔνδον ἐόντων,μὴ πολύπικρα καὶ αἰνὰ βίας ἀποτίσεαι ἐλθών.ἀλλὰ σύ γʼ, εἰ δύνασαί τινʼ ἀμύντορα μερμηρίξαι,φράζευ, ὅ κέν τις νῶϊν ἀμύνοι πρόφρονι θυμῷ.τὸν δʼ αὖτε προσέειπε πολύτλας δῖος Ὀδυσσεύς·τοιγὰρ ἐγὼν ἐρέω, σὺ δὲ σύνθεο καί μευ ἄκουσον·καὶ φράσαι ἤ κεν νῶϊν Ἀθήνη σὺν Διὶ πατρὶἀρκέσει, ἦέ τινʼ ἄλλον ἀμύντορα μερμηρίξω.τὸν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·ἐσθλώ τοι τούτω γʼ ἐπαμύντορε, τοὺς ἀγορεύεις,ὕψι περ ἐν νεφέεσσι καθημένω· ὥ τε καὶ ἄλλοιςἀνδράσι τε κρατέουσι καὶ ἀθανάτοισι θεοῖσι.τὸν δʼ αὖτε προσέειπε πολύτλας δῖος Ὀδυσσεύς·οὐ μέν τοι κείνω γε πολὺν χρόνον ἀμφὶς ἔσεσθονφυλόπιδος κρατερῆς, ὁπότε μνηστῆρσι καὶ ἡμῖνἐν μεγάροισιν ἐμοῖσι μένος κρίνηται Ἄρηος.ἀλλὰ σὺ μὲν νῦν ἔρχευ ἅμʼ ἠοῖ φαινομένηφινοἴκαδε, καὶ μνηστῆρσιν ὑπερφιάλοισιν ὁμίλει·αὐτὰρ ἐμὲ προτὶ ἄστυ συβώτης ὕστερον ἄξει,πτωχῷ λευγαλέῳ ἐναλίγκιον ἠδὲ γέροντι.εἰ δέ μʼ ἀτιμήσουσι δόμον κάτα, σὸν δὲ φίλον κῆρτετλάτω ἐν στήθεσσι κακῶς πάσχοντος ἐμεῖο,ἤν περ καὶ διὰ δῶμα ποδῶν ἕλκωσι θύραζεἢ βέλεσι βάλλωσι· σὺ δʼ εἰσορόων ἀνέχεσθαι.ἀλλʼ ἦ τοι παύεσθαι ἀνωγέμεν ἀφροσυνάων,μειλιχίοις ἐπέεσσι παραυδῶν· οἱ δέ τοι οὔ τιπείσονται· δὴ γάρ σφι παρίσταται αἴσιμον ἦμαρ.ἄλλο δέ τοι ἐρέω, σὺ δʼ ἐνὶ φρεσὶ βάλλεο σῇσιν·