Τηλέμαχʼ, οὔ σε ἔοικε φίλον πατέρ ἔνδον ἐόνταοὔτε τι θαυμάζειν περιώσιον οὔτʼ ἀγάασθαι·οὐ μὲν γάρ τοι ἔτʼ ἄλλος ἐλεύσεται ἐνθάδʼ Ὀδυσσεύς,ἀλλʼ ὅδʼ ἐγὼ τοιόσδε, παθὼν κακά, πολλὰ δʼ ἀληθείς,ἤλυθον εἰκοστῷ ἔτεϊ ἐς πατρίδα γαῖαν.αὐτάρ τοι τόδε ἔργον Ἀθηναίης ἀγελείης,ἥ τέ με τοῖον ἔθηκεν, ὅπως ἐθέλει, δύναται γάρ,ἄλλοτε μὲν πτωχῷ ἐναλίγκιον, ἄλλοτε δʼ αὖτεἀνδρὶ νέῳ καὶ καλὰ περὶ χροῒ εἵματʼ ἔχοντι.ῥηΐδιον δὲ θεοῖσι, τοὶ οὐρανὸν εὐρὺν ἔχουσιν,ἠμὲν κυδῆναι θνητὸν βροτὸν ἠδὲ κακῶσαι.ὣς ἄρα φωνήσας κατʼ ἄρʼ ἕζετο, Τηλέμαχος δὲἀμφιχυθεὶς πατέρʼ ἐσθλὸν ὀδύρετο, δάκρυα λείβων,ἀμφοτέροισι δὲ τοῖσιν ὑφʼ ἵμερος ὦρτο γόοιο·κλαῖον δὲ λιγέως, ἀδινώτερον ἤ τʼ οἰωνοί,φῆναι ἢ αἰγυπιοὶ γαμψώνυχες, οἷσί τε τέκναἀγρόται ἐξείλοντο πάρος πετεηνὰ γενέσθαι·ὣς ἄρα τοί γʼ ἐλεεινὸν ὑπʼ ὀφρύσι δάκρυον εἶβον.καί νύ κʼ ὀδυρομένοισιν ἔδυ φάος ἠελίοιο,εἰ μὴ Τηλέμαχος προσεφώνεεν ὃν πατέρʼ αἶψα·ποίῃ γὰρ νῦν δεῦρο, πάτερ φίλε, νηΐ σε ναῦταιἤγαγον εἰς Ἰθάκην; τίνες ἔμμεναι εὐχετόωντο;οὐ μὲν γάρ τί σε πεζὸν ὀΐομαι ἐνθάδʼ ἱκέσθαι.τὸν δʼ αὖτε προσέειπε πολύτλας δῖος Ὀδυσσεύς·τοιγὰρ ἐγώ τοι, τέκνον, ἀληθείην καταλέξω.Φαίηκές μʼ ἄγαγον ναυσίκλυτοι, οἵ τε καὶ ἄλλουςἀνθρώπους πέμπουσιν, ὅτις σφέας εἰσαφίκηται·καί μʼ εὕδοντʼ ἐν νηῒ θοῇ ἐπὶ πόντον ἄγοντεςκάτθεσαν εἰς Ἰθάκην, ἔπορον δέ μοι ἀγλαὰ δῶρα,χαλκόν τε χρυσόν τε ἅλις ἐσθῆτά θʼ ὑφαντήν.καὶ τὰ μὲν ἐν σπήεσσι θεῶν ἰότητι κέονται·νῦν αὖ δεῦρʼ ἱκόμην ὑποθημοσύνῃσιν Ἀθήνης,ὄφρα κε δυσμενέεσσι φόνου πέρι βουλεύσωμεν.ἀλλʼ ἄγε μοι μνηστῆρας ἀριθμήσας κατάλεξον,ὄφρʼ εἰδέω ὅσσοι τε καὶ οἵ τινες ἀνέρες εἰσί·καί κεν ἐμὸν κατὰ θυμὸν ἀμύμονα μερμηρίξαςφράσσομαι, ἤ κεν νῶϊ δυνησόμεθʼ ἀντιφέρεσθαιμούνω ἄνευθʼ ἄλλων, ἦ καὶ διζησόμεθʼ ἄλλους.τὸν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·ὦ πάτερ, ἦ τοι σεῖο μέγα κλέος αἰὲν ἄκουον,