ἀλλʼ Ὀδυσεύς τε κύνες τε ἴδον, καί ῥʼ οὐχ ὑλάοντοκνυζηθμῷ δʼ ἑτέρωσε διὰ σταθμοῖο φόβηθεν.ἡ δʼ ἄρʼ ἐπʼ ὀφρύσι νεῦσε· νόησε δὲ δῖος Ὀδυσσεύς,ἐκ δʼ ἦλθεν μεγάροιο παρὲκ μέγα τειχίον αὐλῆς,στῆ δὲ πάροιθʼ αὐτῆς· τὸν δὲ προσέειπεν Ἀθήνη·διογενὲς Λαερτιάδη, πολυμήχανʼ Ὀδυσσεῦ.ἤδη νῦν σῷ παιδὶ ἔπος φάο μηδʼ ἐπίκευθε,ὡς ἂν μνηστῆρσιν θάνατον καὶ κῆρʼ ἀραρόντεἔρχησθον προτὶ ἄστυ περικλυτόν· οὐδʼ ἐγὼ αὐτὴδηρὸν ἀπὸ σφῶϊν ἔσομαι μεμαυῖα μάχεσθαι.ἦ καὶ χρυσείῃ ῥάβδῳ ἐπεμάσσατʼ Ἀθήνη.φᾶρος μέν οἱ πρῶτον ἐϋπλυνὲς ἠδὲ χιτῶναθῆκʼ ἀμφὶ στήθεσσι, δέμας δʼ ὤφελλε καὶ ἥβην.ἂψ δὲ μελαγχροιὴς γένετο, γναθμοὶ δὲ τάνυσθεν,κυάνεαι δʼ ἐγένοντο γενειάδες ἀμφὶ γένειον.ἡ μὲν ἄρʼ ὣς ἔρξασα πάλιν κίεν· αὐτὰρ Ὀδυσσεὺςἤϊεν ἐς κλισίην· θάμβησε δέ μιν φίλος υἱός,ταρβήσας δʼ ἑτέρωσε βάλʼ ὄμματα, μὴ θεὸς εἴη,καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα·ἀλλοῖός μοι, ξεῖνε, φάνης νέον ἠὲ πάροιθεν,ἄλλα δὲ εἵματʼ ἔχεις, καί τοι χρὼς οὐκέθʼ ὁμοῖος.ἦ μάλα τις θεός ἐσσι, τοὶ οὐρανὸν εὐρὺν ἔχουσιν·ἀλλʼ ἵληθʼ, ἵνα τοι κεχαρισμένα δώομεν ἱρὰἠδὲ χρύσεα δῶρα, τετυγμένα· φείδεο δʼ ἡμέωντὸν δʼ ἠμείβετʼ ἔπειτα πολύτλας δῖος Ὀδυσσεύς·οὔ τίς τοι θεός εἰμι· τί μʼ ἀθανάτοισιν ἐΐσκεις;ἀλλὰ πατὴρ τεός εἰμι, τοῦ εἵνεκα σὺ στεναχίζωνπάσχεις ἄλγεα πολλά, βίας ὑποδέγμενος ἀνδρῶν.ὣς ἄρα φωνήσας υἱὸν κύσε, κὰδ δὲ παρειῶνδάκρυον ἧκε χαμᾶζε· πάρος δʼ ἔχε νωλεμὲς αἰεί.Τηλέμαχος δʼ, οὐ γάρ πω ἐπείθετο ὃν πατέρʼ εἶναι,ἐξαῦτίς μιν ἔπεσσιν ἀμειβόμενος προσέειπεν·οὐ σύ γʼ Ὀδυσσεύς ἐσσι, πατὴρ ἐμός, ἀλλά με δαίμωνθέλγει, ὄφρʼ ἔτι μᾶλλον ὀδυρόμενος στεναχίζω.οὐ γάρ πως ἂν θνητὸς ἀνὴρ τάδε μηχανόῳτοᾧ αὐτοῦ γε νόῳ, ὅτε μὴ θεὸς αὐτὸς ἐπελθὼνῥηϊδίως ἐθέλων θείη νέον ἠὲ γέροντα.ἦ γάρ τοι νέον ἦσθα γέρων καὶ ἀεικέα ἕσσο·νῦν δὲ θεοῖσιν ἔοικας, οἳ οὐρανὸν εὐρὺν ἔχουσι.τὸν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς·