ὅσσοι γὰρ νήσοισιν ἐπικρατέουσιν ἄριστοι,Δουλιχίῳ τε Σάμῃ τε καὶ ὑλήεντι Ζακύνθῳ,ἠδʼ ὅσσοι κραναὴν Ἰθάκην κάτα κοιρανέουσι,τόσσοι μητέρʼ ἐμὴν μνῶνται, τρύχουσι δὲ οἶκον.ἡ δʼ οὔτʼ ἀρνεῖται στυγερὸν γάμον οὔτε τελευτὴνποιῆσαι δύναται· τοὶ δὲ φθινύθουσιν ἔδοντεςοἶκον ἐμόν· τάχα δή με διαρραίσουσι καὶ αὐτόν.ἀλλʼ ἦ τοι μὲν ταῦτα θεῶν ἐν γούνασι κεῖται·ἄττα, σὺ δʼ ἔρχεο θᾶσσον, ἐχέφρονι Πηνελοπείῃεἴφʼ ὅτι οἱ σῶς εἰμὶ καὶ ἐκ Πύλου εἰλήλουθα.αὐτὰρ ἐγὼν αὐτοῦ μενέω, σὺ δὲ δεῦρο νέεσθαι,οἴῃ ἀπαγγείλας· τῶν δʼ ἄλλων μή τις Ἀχαιῶνπευθέσθω· πολλοὶ γὰρ ἐμοὶ κακὰ μηχανόωνται.τὸν δʼ ἀπαμειβόμενος προσέφης, Εὔμαιε συβῶτα·γιγνώσκω, φρονέω· τά γε δὴ νοέοντι κελεύεις.ἀλλʼ ἄγε μοι τόδε εἰπὲ καὶ ἀτρεκέως κατάλεξον,ἦ καὶ Λαέρτῃ αὐτὴν ὁδὸν ἄγγελος ἔλθωδυσμόρῳ, ὃς τῆος μὲν Ὀδυσσῆος μέγʼ ἀχεύωνἔργα τʼ ἐποπτεύεσκε μετὰ δμώων τʼ ἐνὶ οἴκῳπῖνε καὶ ἦσθʼ, ὅτε θυμὸς ἐνὶ στήθεσσιν ἀνώγοι·αὐτὰρ νῦν, ἐξ οὗ σύ γε ᾤχεο νηῒ Πύλονδε,οὔ πω μίν φασιν φαγέμεν καὶ πιέμεν αὔτως,οὐδʼ ἐπὶ ἔργα ἰδεῖν, ἀλλὰ στοναχῇ τε γόῳ τεἧσται ὀδυρόμενος, φθινύθει δʼ ἀμφʼ ὀστεόφι χρώς.τὸν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·ἄλγιον, ἀλλʼ ἔμπης μιν ἐάσομεν, ἀχνύμενοί περ·εἰ γάρ πως εἴη αὐτάγρετα πάντα βροτοῖσι,πρῶτόν κεν τοῦ πατρὸς ἑλοίμεθα νόστιμον ἦμαρ.ἀλλὰ σύ γʼ ἀγγείλας ὀπίσω κίε, μηδὲ κατʼ ἀγροὺςπλάζεσθαι μετʼ ἐκεῖνον· ἀτὰρ πρὸς μητέρα εἰπεῖνἀμφίπολον ταμίην ὀτρυνέμεν ὅττι τάχιστακρύβδην· κείνη γάρ κεν ἀπαγγείλειε γέροντι.ἦ ῥα καὶ ὦρσε συφορβόν· ὁ δʼ εἵλετο χερσὶ πέδιλα,δησάμενος δʼ ὑπὸ ποσσὶ πόλινδʼ ἴεν. οὐδʼ ἄρʼ Ἀθήνηνλῆθεν ἀπὸ σταθμοῖο κιὼν Εὔμαιος ὑφορβός,ἀλλʼ ἥ γε σχεδὸν ἦλθε· δέμας δʼ ἤϊκτο γυναικὶκαλῇ τε μεγάλῃ τε καὶ ἀγλαὰ ἔργα ἰδυίῃ.στῆ δὲ κατʼ ἀντίθυρον κλισίης Ὀδυσῆϊ φανεῖσα·οὐδʼ ἄρα Τηλέμαχος ἴδεν ἀντίον οὐδʼ ἐνόησεν,οὐ γάρ πω πάντεσσι θεοὶ φαίνονται ἐναργεῖς,