καὶ γὰρ πολλὸν ἄριστος ἀνὴρ μέμονέν τε μάλισταμητέρʼ ἐμὴν γαμέειν καὶ Ὀδυσσῆος γέρας ἕξειν.ἀλλὰ τά γε Ζεὺς οἶδεν Ὀλύμπιος, αἰθέρι ναίων,εἴ κέ σφι πρὸ γάμοιο τελευτήσει κακὸν ἦμαρ.ὣς ἄρα οἱ εἰπόντι ἐπέπτατο δεξιὸς ὄρνις,κίρκος, Ἀπόλλωνος ταχὺς ἄγγελος· ἐν δὲ πόδεσσιτίλλε πέλειαν ἔχων, κατὰ δὲ πτερὰ χεῦεν ἔραζεμεσσηγὺς νηός τε καὶ αὐτοῦ Τηλεμάχοιο.τὸν δὲ Θεοκλύμενος ἑτάρων ἀπονόσφι καλέσσαςἔν τʼ ἄρα οἱ φῦ χειρὶ ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζε·Τηλέμαχʼ, οὔ τοι ἄνευ θεοῦ ἔπτατο δεξιὸς ὄρνιςἔγνων γάρ μιν ἐσάντα ἰδὼν οἰωνὸν ἐόντα.ὑμετέρου δʼ οὐκ ἔστι γένος βασιλεύτερον ἄλλοἐν δήμῳ Ἰθάκης, ἀλλʼ ὑμεῖς καρτεροὶ αἰεί.τὸν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·αἲ γὰρ τοῦτο, ξεῖνε, ἔπος τετελεσμένον εἴη·τῷ κε τάχα γνοίης φιλότητά τε πολλά τε δῶραἐξ ἐμεῦ, ὡς ἄν τίς σε συναντόμενος μακαρίζοι.ἦ καὶ Πείραιον προσεφώνεε, πιστὸν ἑταῖρον·Πείραιε Κλυτίδη, σὺ δέ μοι τά περ ἄλλα μάλισταπείθῃ ἐμῶν ἑτάρων, οἵ μοι Πύλον εἰς ἅμʼ ἕποντο·καὶ νῦν μοι τὸν ξεῖνον ἄγων ἐν δώμασι σοῖσινἐνδυκέως φιλέειν καὶ τιέμεν, εἰς ὅ κεν ἔλθω.τὸν δʼ αὖ Πείραιος δουρικλυτὸς ἀντίον ηὔδα·Τηλέμαχʼ, εἰ γάρ κεν σὺ πολὺν χρόνον ἐνθάδε μίμνοι,τόνδε τʼ ἐγὼ κομιῶ, ξενίων δέ οἱ οὐ ποθὴ ἔσται.ὣς εἰπὼν ἐπὶ νηὸς ἔβη, ἐκέλευσε δʼ ἑταίρουςαὐτούς τʼ ἀμβαίνειν ἀνά τε πρυμνήσια λῦσαι.οἱ δʼ αἶψʼ εἴσβαινον καὶ ἐπὶ κληῗσι καθῖζον.Τηλέμαχος δʼ ὑπὸ ποσσὶν ἐδήσατο καλὰ πέδιλα,εἵλετο δʼ ἄλκιμον ἔγχος, ἀκαχμένον ὀξέϊ χαλκῷ,νηὸς ἀπʼ ἰκριόφιν· τοὶ δὲ πρυμνήσιʼ ἔλυσαν.οἱ μὲν ἀνώσαντες πλέον ἐς πόλιν, ὡς ἐκέλευσεΤηλέμαχος, φίλος υἱὸς Ὀδυσσῆος θείοιο·τὸν δʼ ὦκα προβιβάντα πόδες φέρον, ὄφρʼ ἵκετʼ αὐλήν,ἔνθα οἱ ἦσαν ὕες μάλα μυρίαι, ᾗσι συβώτηςἐσθλὸς ἐὼν ἐνίαυεν, ἀνάκτεσιν ἤπια εἰδώς.