ἔκβαλον· αὐτὰρ ἐγὼ λιπόμην ἀκαχήμενος ἦτορ·τοὺς δʼ Ἰθάκῃ ἐπέλασσε φέρων ἄνεμός τε καὶ ὕδωρ,ἔνθα με Λαέρτης πρίατο κτεάτεσσιν ἑοῖσιν.οὕτω τήνδε τε γαῖαν ἐγὼν ἴδον ὀφθαλμοῖσι.τὸν δʼ αὖ διογενὴς Ὀδυσεὺς ἠμείβετο μύθῳ·Εὔμαιʼ, ἦ μάλα δή μοι ἐνὶ φρεσὶ θυμὸν ὄριναςταῦτα ἕκαστα λέγων, ὅσα δὴ πάθες ἄλγεα θυμῷ.ἀλλʼ ἦ τοι σοὶ μὲν παρὰ καὶ κακῷ ἐσθλὸν ἔθηκεΖεύς, ἐπεὶ ἀνδρὸς δώματʼ ἀφίκεο πολλὰ μογήσαςἠπίου, ὃς δή τοι παρέχει βρῶσίν τε πόσιν τεἐνδυκέως, ζώεις δʼ ἀγαθὸν βίον· αὐτὰρ ἐγώ γεπολλὰ βροτῶν ἐπὶ ἄστεʼ ἀλώμενος ἐνθάδʼ ἱκάνω.ὣς οἱ μὲν τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον,καδδραθέτην δʼ οὐ πολλὸν ἐπὶ χρόνον, ἀλλὰ μίνυνθα·αἶψα γὰρ Ἠὼς ἦλθεν ἐΰθρονος. οἱ δʼ ἐπὶ χέρσουΤηλεμάχου ἕταροι λύον ἱστία, κὰδ δʼ ἕλον ἱστὸνκαρπαλίμως, τὴν δʼ εἰς ὅρμον προέρυσσαν ἐρετμοῖς·ἐκ δʼ εὐνὰς ἔβαλον, κατὰ δὲ πρυμνήσιʼ ἔδησαν·ἐκ δὲ καὶ αὐτοὶ βαῖνον ἐπὶ ῥηγμῖνι θαλάσσης,δεῖπνόν τʼ ἐντύνοντο κερῶντό τε αἴθοπα οἶνον.αὐτὰρ ἐπεὶ πόσιος καὶ ἐδητύος ἐξ ἔρον ἕντο,τοῖσι δὲ Τηλέμαχος πεπνυμένος ἤρχετο μύθων·ὑμεῖς μὲν νῦν ἄστυδʼ ἐλαύνετε νῆα μέλαιναν,αὐτὰρ ἐγὼν ἀγροὺς ἐπιείσομαι ἠδὲ βοτῆρας·ἑσπέριος δʼ εἰς ἄστυ ἰδὼν ἐμὰ ἔργα κάτειμι.ἠῶθεν δέ κεν ὔμμιν ὁδοιπόριον παραθείμην,δαῖτʼ ἀγαθὴν κρειῶν τε καὶ οἴνου ἡδυπότοιο.τὸν δʼ αὖτε προσέειπε Θεοκλύμενος θεοειδής·πῆ γὰρ ἐγώ, φίλε τέκνον, ἴω; τεῦ δώμαθʼ ἵκωμαιἀνδρῶν οἳ κραναὴν Ἰθάκην κάτα κοιρανέουσιν;ἦ ἰθὺς σῆς μητρὸς ἴω καὶ σοῖο δόμοιο;τὸν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·ἄλλως μέν σʼ ἂν ἐγώ γε καὶ ἡμέτερόνδε κελοίμηνἔρχεσθʼ· οὐ γάρ τι ξενίων ποθή· ἀλλὰ σοὶ αὐτῷχεῖρον, ἐπεί τοι ἐγὼ μὲν ἀπέσσομαι, οὐδέ σε μήτηρὄψεται· οὐ μὲν γάρ τι θαμὰ μνηστῆρσʼ ἐνὶ οἴκῳφαίνεται, ἀλλʼ ἀπὸ τῶν ὑπερωΐῳ ἱστὸν ὑφαίνει.ἀλλά τοι ἄλλον φῶτα πιφαύσκομαι ὅν κεν ἵκοιο,Εὐρύμαχον, Πολύβοιο δαΐφρονος ἀγλαὸν υἱόν,τὸν νῦν ἶσα θεῷ Ἰθακήσιοι εἰσορόωσι·