ἀγγελίην ἐρέοντα περίφρονι Πηνελοπείῃ,οὕνεκά οἱ σῶς ἐσσὶ καὶ ἐκ Πύλου εἰλήλουθας.ἡ μὲν ἄρʼ ὣς εἰποῦσʼ ἀπέβη πρὸς μακρὸν Ὄλυμπον,αὐτὰρ ὁ Νεστορίδην ἐξ ἡδέος ὕπνου ἔγειρενλὰξ ποδὶ κινήσας, καί μιν πρὸς μῦθον ἔειπεν·ἔγρεο, Νεστορίδη Πεισίστρατε, μώνυχας ἵππουςζεῦξον ὑφʼ ἅρματʼ ἄγων, ὄφρα πρήσσωμεν ὁδοῖο.τὸν δʼ αὖ Νεστορίδης Πεισίστρατος ἀντίον ηὔδα·Τηλέμαχʼ, οὔ πως ἔστιν ἐπειγομένους περ ὁδοῖονύκτα διὰ δνοφερὴν ἐλάαν· τάχα δʼ ἔσσεται ἠώς.ἀλλὰ μένʼ εἰς ὅ κε δῶρα φέρων ἐπιδίφρια θήῃἥρως Ἀτρείδης, δουρικλειτὸς Μενέλαος,καὶ μύθοις ἀγανοῖσι παραυδήσας ἀποπέμψῃ.τοῦ γάρ τε ξεῖνος μιμνήσκεται ἤματα πάνταἀνδρὸς ξεινοδόκου, ὅς κεν φιλότητα παράσχῃ.ὣς ἔφατʼ, αὐτίκα δὲ χρυσόθρονος ἤλυθεν Ἠώς.ἀγχίμολον δέ σφʼ ἦλθε βοὴν ἀγαθὸς Μενέλαος,ἀνστὰς ἐξ εὐνῆς, Ἑλένης πάρα καλλικόμοιο.τὸν δʼ ὡς οὖν ἐνόησεν Ὀδυσσῆος φίλος υἱός,σπερχόμενός ῥα χιτῶνα περὶ χροῒ σιγαλόενταδῦνεν, καὶ μέγα φᾶρος ἐπὶ στιβαροῖς βάλετʼ ὤμοιςἥρως, βῆ δὲ θύραζε, παριστάμενος δὲ προσηύδαΤηλέμαχος, φίλος υἱὸς Ὀδυσσῆος θείοιο·Ἀτρεΐδη Μενέλαε διοτρεφές, ὄρχαμε λαῶν,ἤδη νῦν μʼ ἀπόπεμπε φίλην ἐς πατρίδα γαῖαν·ἤδη γάρ μοι θυμὸς ἐέλδεται οἴκαδʼ ἱκέσθαι.τὸν δʼ ἠμείβετʼ ἔπειτα βοὴν ἀγαθὸς Μενέλαος·Τηλέμαχʼ, οὔ τί σʼ ἐγώ γε πολὺν χρόνον ἐνθάδʼ ἐρύξωἱέμενον νόστοιο· νεμεσσῶμαι δὲ καὶ ἄλλῳἀνδρὶ ξεινοδόκῳ, ὅς κʼ ἔξοχα μὲν φιλέῃσιν,ἔξοχα δʼ ἐχθαίρῃσιν· ἀμείνω δʼ αἴσιμα πάντα.ἶσόν τοι κακόν ἐσθʼ, ὅς τʼ οὐκ ἐθέλοντα νέεσθαιξεῖνον ἐποτρύνει καὶ ὃς ἐσσύμενον κατερύκει.χρὴ ξεῖνον παρεόντα φιλεῖν, ἐθέλοντα δὲ πέμπειν.ἀλλὰ μένʼ εἰς ὅ κε δῶρα φέρων ἐπιδίφρια θείωκαλά, σὺ δʼ ὀφθαλμοῖσιν ἴδῃς, εἴπω δὲ γυναιξὶδεῖπνον ἐνὶ μεγάροις τετυκεῖν ἅλις ἔνδον ἐόντων.ἀμφότερον, κῦδός τε καὶ ἀγλαΐη καὶ ὄνειαρ,δειπνήσαντας ἴμεν πολλὴν ἐπʼ ἀπείρονα γαῖαν.εἰ δʼ ἐθέλεις τραφθῆναι ἀνʼ Ἑλλάδα καὶ μέσον Ἄργος,