ὅς τις δὴ μάλα πολλὰ πάθῃ καὶ πόλλʼ ἐπαληθῇ.τοῦτο δέ τοι ἐρέω ὅ μʼ ἀνείρεαι ἠδὲ μεταλλᾷς.νῆσός τις Συρίη κικλήσκεται, εἴ που ἀκούεις,Ὀρτυγίης καθύπερθεν, ὅθι τροπαὶ ἠελίοιο,οὔ τι περιπληθὴς λίην τόσον, ἀλλʼ ἀγαθὴ μέν,εὔβοτος, εὔμηλος, οἰνοπληθής, πολύπυρος.πείνη δʼ οὔ ποτε δῆμον ἐσέρχεται, οὐδέ τις ἄλληνοῦσος ἐπὶ στυγερὴ πέλεται δειλοῖσι βροτοῖσιν·ἀλλʼ ὅτε γηράσκωσι πόλιν κάτα φῦλʼ ἀνθρώπων,ἐλθὼν ἀργυρότοξος Ἀπόλλων Ἀρτέμιδι ξὺνοἷς ἀγανοῖς βελέεσσιν ἐποιχόμενος κατέπεφνεν.ἔνθα δύω πόλιες, δίχα δέ σφισι πάντα δέδασται·τῇσιν δʼ ἀμφοτέρῃσι πατὴρ ἐμὸς ἐμβασίλευε,Κτήσιος Ὀρμενίδης, ἐπιείκελος ἀθανάτοισιν.ἔνθα δὲ Φοίνικες ναυσίκλυτοι ἤλυθον ἄνδρες,τρῶκται, μυρίʼ ἄγοντες ἀθύρματα νηῒ μελαίνῃ.ἔσκε δὲ πατρὸς ἐμοῖο γυνὴ Φοίνισσʼ ἐνὶ οἴκῳ,καλή τε μεγάλη τε καὶ ἀγλαὰ ἔργα ἰδυῖα·τὴν δʼ ἄρα Φοίνικες πολυπαίπαλοι ἠπερόπευον.πλυνούσῃ τις πρῶτα μίγη κοίλῃ παρὰ νηῒεὐνῇ καὶ φιλότητι, τά τε φρένας ἠπεροπεύειθηλυτέρῃσι γυναιξί, καὶ ἥ κʼ εὐεργὸς ἔῃσιν.εἰρώτα δὴ ἔπειτα τίς εἴη καὶ πόθεν ἔλθοι·ἡ δὲ μάλʼ αὐτίκα πατρὸς ἐπέφραδεν ὑψερεφὲς δῶ·ἐκ μὲν Σιδῶνος πολυχάλκου εὔχομαι εἶναι,κούρη δʼ εἴμʼ Ἀρύβαντος ἐγὼ ῥυδὸν ἀφνειοῖο·ἀλλά μʼ ἀνήρπαξαν Τάφιοι ληΐστορες ἄνδρεςἀγρόθεν ἐρχομένην, πέρασαν δέ τε δεῦρʼ ἀγαγόντεςτοῦδʼ ἀνδρὸς πρὸς δώμαθʼ· ὁ δʼ ἄξιον ὦνον ἔδωκε.τὴν δʼ αὖτε προσέειπεν ἀνήρ, ὃς ἐμίσγετο λάθρη·ἦ ῥά κε νῦν πάλιν αὖτις ἅμʼ ἡμῖν οἴκαδʼ ἕποιο,ὄφρα ἴδῃ πατρὸς καὶ μητέρος ὑψερεφὲς δῶαὐτούς τʼ; ἦ γὰρ ἔτʼ εἰσὶ καὶ ἀφνειοὶ καλέονται.τὸν δʼ αὖτε προσέειπε γυνὴ καὶ ἀμείβετο μύθῳ·εἴη κεν καὶ τοῦτʼ, εἴ μοι ἐθέλοιτέ γε, ναῦται,ὅρκῳ πιστωθῆναι ἀπήμονά μʼ οἴκαδʼ ἀπάξειν.ὣς ἔφαθʼ, οἱ δʼ ἄρα πάντες ἐπώμνυον ὡς ἐκέλευεν.αὐτὰρ ἐπεί ῥʼ ὄμοσάν τε τελεύτησάν τε τὸν ὅρκον,τοῖς δʼ αὖτις μετέειπε γυνὴ καὶ ἀμείβετο μύθῳ·σιγῇ νῦν, μή τίς με προσαυδάτω ἐπέεσσιν