ὄφρα μὲν οὖν δὴ κείνη ἔην, ἀχέουσά περ ἔμπης,τόφρα τί μοι φίλον ἔσκε μεταλλῆσαι καὶ ἐρέσθαι,οὕνεκά μʼ αὐτὴ θρέψεν ἅμα Κτιμένῃ τανυπέπλῳ,θυγατέρʼ ἰφθίμῃ, τὴν ὁπλοτάτην τέκε παίδων·τῇ ὁμοῦ ἐτρεφόμην, ὀλίγον δέ τί μʼ ἧσσον ἐτίμα.αὐτὰρ ἐπεί ῥʼ ἥβην πολυήρατον ἱκόμεθʼ ἄμφω,τὴν μὲν ἔπειτα Σάμηνδʼ ἔδοσαν καὶ μυρίʼ ἕλοντο,αὐτὰρ ἐμὲ χλαῖνάν τε χιτῶνά τε εἵματʼ ἐκείνηκαλὰ μάλʼ ἀμφιέσασα, ποσὶν δʼ ὑποδήματα δοῦσαἀγρόνδε προΐαλλε· φίλει δέ με κηρόθι μᾶλλον.νῦν δʼ ἤδη τούτων ἐπιδεύομαι· ἀλλά μοι αὐτῷἔργον ἀέξουσιν μάκαρες θεοὶ ᾧ ἐπιμίμνω·τῶν ἔφαγόν τʼ ἔπιόν τε καὶ αἰδοίοισιν ἔδωκα.ἐκ δʼ ἄρα δεσποίνης οὐ μείλιχον ἔστιν ἀκοῦσαιοὔτʼ ἔπος οὔτε τι ἔργον, ἐπεὶ κακὸν ἔμπεσεν οἴκῳ,ἄνδρες ὑπερφίαλοι· μέγα δὲ δμῶες χατέουσινἀντία δεσποίνης φάσθαι καὶ ἕκαστα πυθέσθαικαὶ φαγέμεν πιέμεν τε, ἔπειτα δὲ καί τι φέρεσθαιἀγρόνδʼ, οἷά τε θυμὸν ἀεὶ δμώεσσιν ἰαίνει.τὸν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς·ὢ πόποι, ὡς ἄρα τυτθὸς ἐών, Εὔμαιε συβῶτα,πολλὸν ἀπεπλάγχθης σῆς πατρίδος ἠδὲ τοκήων.ἀλλʼ ἄγε μοι τόδε εἰπὲ καὶ ἀτρεκέως κατάλεξον,ἠὲ διεπράθετο πτόλις ἀνδρῶν εὐρυάγυια,ᾗ ἔνι ναιετάασκε πατὴρ καὶ πότνια μήτηρ,ἦ σέ γε μουνωθέντα παρʼ οἴεσιν ἢ παρὰ βουσὶνἄνδρες δυσμενέες νηυσὶν λάβον ἠδʼ ἐπέρασσαντοῦδʼ ἀνδρὸς πρὸς δώμαθʼ, ὁ δʼ ἄξιον ὦνον ἔδωκε.τὸν δʼ αὖτε προσέειπε συβώτης, ὄρχαμος ἀνδρῶν·ξεῖνʼ, ἐπεὶ ἂρ δὴ ταῦτά μʼ ἀνείρεαι ἠδὲ μεταλλᾷς,σιγῇ νῦν ξυνίει καὶ τέρπεο, πῖνέ τε οἶνονἥμενος. αἵδε δὲ νύκτες ἀθέσφατοι· ἔστι μὲν εὕδειν,ἔστι δὲ τερπομένοισιν ἀκούειν· οὐδέ τί σε χρή,πρὶν ὥρη, καταλέχθαι· ἀνίη καὶ πολὺς ὕπνος.τῶν δʼ ἄλλων ὅτινα κραδίη καὶ θυμὸς ἀνώγει,εὑδέτω ἐξελθών· ἅμα δʼ ἠοῖ φαινομένηφιδειπνήσας ἅμʼ ὕεσσιν ἀνακτορίῃσιν ἑπέσθω.νῶϊ δʼ ἐνὶ κλισίῃ πίνοντέ τε δαινυμένω τεκήδεσιν ἀλλήλων τερπώμεθα λευγαλέοισι,μνωομένω· μετὰ γάρ τε καὶ ἄλγεσι τέρπεται ἀνήρ,