δρηστοσύνῃ οὐκ ἄν μοι ἐρίσσειε βροτὸς ἄλλος,πῦρ τʼ εὖ νηῆσαι διά τε ξύλα δανὰ κεάσσαι,δαιτρεῦσαί τε καὶ ὀπτῆσαι καὶ οἰνοχοῆσαι,οἷά τε τοῖς ἀγαθοῖσι παραδρώωσι χέρηες.τὸν δὲ μέγʼ ὀχθήσας προσέφης, Εὔμαιε συβῶτα·ὤ μοι, ξεῖνε, τίη τοι ἐνὶ φρεσὶ τοῦτο νόημαἔπλετο; ἦ σύ γε πάγχυ λιλαίεαι αὐτόθʼ ὀλέσθαι.εἰ δὴ μνηστήρων ἐθέλεις καταδῦναι ὅμιλον,τῶν ὕβρις τε βίη τε σιδήρεον οὐρανὸν ἵκει.οὔ τοι τοιοίδʼ εἰσὶν ὑποδρηστῆρες ἐκείνων,ἀλλὰ νέοι, χλαίνας εὖ εἱμένοι ἠδὲ χιτῶνας,αἰεὶ δὲ λιπαροὶ κεφαλὰς καὶ καλὰ πρόσωπα,οἵ σφιν ὑποδρώωσιν· ἐΰξεστοι δὲ τράπεζαισίτου καὶ κρειῶν ἠδʼ οἴνου βεβρίθασιν.ἀλλὰ μένʼ· οὐ γάρ τίς τοι ἀνιᾶται παρεόντι,οὔτʼ ἐγὼ οὔτε τις ἄλλος ἑταίρων, οἵ μοι ἔασιν.αὐτὰρ ἐπὴν ἔλθῃσιν Ὀδυσσῆος φίλος υἱός,κεῖνός σε χλαῖνάν τε χιτῶνά τε εἵματα ἕσσει,πέμψει δʼ ὅππη σε κραδίη θυμός τε κελεύει.τὸν δʼ ἠμείβετʼ ἔπειτα πολύτλας δῖος Ὀδυσσεύς·αἴθʼ οὕτως, Εὔμαιε, φίλος Διὶ πατρὶ γένοιοὡς ἐμοί, ὅττι μʼ ἔπαυσας ἄλης καὶ ὀϊζύος αἰνῆς.πλαγκτοσύνης δʼ οὐκ ἔστι κακώτερον ἄλλο βροτοῖσιν·ἀλλʼ ἕνεκʼ οὐλομένης γαστρὸς κακὰ κήδεʼ ἔχουσινἀνέρες, ὅν τινʼ ἵκηται ἄλη καὶ πῆμα καὶ ἄλγος.νῦν δʼ ἐπεὶ ἰσχανάᾳς μεῖναί τέ με κεῖνον ἄνωγας,εἴπʼ ἄγε μοι περὶ μητρὸς Ὀδυσσῆος θείοιοπατρός θʼ, ὃν κατέλειπεν ἰὼν ἐπὶ γήραος οὐδῷ,ἤ που ἔτι ζώουσιν ὑπʼ αὐγὰς ἠελίοιο,ἦ ἤδη τεθνᾶσι καὶ εἰν Ἀΐδαο δόμοισι.τὸν δʼ αὖτε προσέειπε συβώτης, ὄρχαμος ἀνδρῶν·τοιγὰρ ἐγώ τοι, ξεῖνε, μάλʼ ἀτρεκέως ἀγορεύσω.Λαέρτης μὲν ἔτι ζώει, Διὶ δʼ εὔχεται αἰεὶθυμὸν ἀπὸ μελέων φθίσθαι οἷς ἐν μεγάροισιν·ἐκπάγλως γὰρ παιδὸς ὀδύρεται οἰχομένοιοκουριδίης τʼ ἀλόχοιο δαΐφρονος, ἥ ἑ μάλισταἤκαχʼ ἀποφθιμένη καὶ ἐν ὠμῷ γήραϊ θῆκεν.ἡ δʼ ἄχεϊ οὗ παιδὸς ἀπέφθιτο κυδαλίμοιο,λευγαλέῳ θανάτῳ, ὡς μὴ θάνοι ὅς τις ἐμοί γεἐνθάδε ναιετάων φίλος εἴη καὶ φίλα ἔρδοι.