ἀλλʼ ἕπευ· αὐτὰρ κεῖθι φιλήσεαι, οἷά κʼ ἔχωμεν.ὣς ἄρα φωνήσας οἱ ἐδέξατο χάλκεον ἔγχος,καὶ τό γʼ ἐπʼ ἰκριόφιν τάνυσεν νεὸς ἀμφιελίσσης·ἂν δὲ καὶ αὐτὸς νηὸς ἐβήσετο ποντοπόροιο.ἐν πρύμνῃ δʼ ἄρʼ ἔπειτα καθέζετο, πὰρ δὲ οἷ αὐτῷεἷσε Θεοκλύμενον· τοὶ δὲ πρυμνήσιʼ ἔλυσαν.Τηλέμαχος δʼ ἑτάροισιν ἐποτρύνας ἐκέλευσενὅπλων ἅπτεσθαι· τοὶ δʼ ἐσσυμένως ἐπίθοντο.ἱστὸν δʼ εἰλάτινον κοίλης ἔντοσθε μεσόδμηςστῆσαν ἀείραντες, κατὰ δὲ προτόνοισιν ἔδησαν,ἕλκον δʼ ἱστία λευκὰ ἐϋστρέπτοισι βοεῦσι.τοῖσιν δʼ ἴκμενον οὖρον ἵει γλαυκῶπις Ἀθήνη,λάβρον ἐπαιγίζοντα διʼ αἰθέρος, ὄφρα τάχιστανηῦς ἀνύσειε θέουσα θαλάσσης ἁλμυρὸν ὕδωρ.βὰν δὲ παρὰ Κρουνοὺς καὶ Χαλκίδα καλλιρέεθρον.δύσετό τʼ ἠέλιος σκιόωντό τε πᾶσαι ἀγυιαί·ἡ δὲ Φεὰς ἐπέβαλλεν ἐπειγομένη Διὸς οὔρῳἠδὲ παρʼ Ἤλιδα δῖαν, ὅθι κρατέουσιν Ἐπειοί.ἔνθεν δʼ αὖ νήσοισιν ἐπιπροέηκε θοῇσιν,ὁρμαίνων ἤ κεν θάνατον φύγοι ἦ κεν ἁλώῃ.τὼ δʼ αὖτʼ ἐν κλισίῃ Ὀδυσεὺς καὶ δῖος ὑφορβὸςδορπείτην· παρὰ δέ σφιν ἐδόρπεον ἀνέρες ἄλλοι.αὐτὰρ ἐπεὶ πόσιος καὶ ἐδητύος ἐξ ἔρον ἕντο,τοῖς δʼ Ὀδυσεὺς μετέειπε, συβώτεω πειρητίζων,ἤ μιν ἔτʼ ἐνδυκέως φιλέοι μεῖναί τε κελεύοιαὐτοῦ ἐνὶ σταθμῷ, ἦ ὀτρύνειε πόλινδε·κέκλυθι νῦν, Εὔμαιε, καὶ ἄλλοι πάντες ἑταῖροι·ἠῶθεν προτὶ ἄστυ λιλαίομαι ἀπονέεσθαιπτωχεύσων, ἵνα μή σε κατατρύχω καὶ ἑταίρους.ἀλλά μοι εὖ θʼ ὑπόθευ καὶ ἅμʼ ἡγεμόνʼ ἐσθλὸν ὄπασσονὅς κέ με κεῖσʼ ἀγάγῃ· κατὰ δὲ πτόλιν αὐτὸς ἀνάγκῃπλάγξομαι, αἴ κέν τις κοτύλην καὶ πύρνον ὀρέξῃ.καί κʼ ἐλθὼν πρὸς δώματʼ Ὀδυσσῆος θείοιοἀγγελίην εἴποιμι περίφρονι Πηνελοπείῃ,καί κε μνηστήρεσσιν ὑπερφιάλοισι μιγείην,εἴ μοι δεῖπνον δοῖεν ὀνείατα μυρίʼ ἔχοντες.αἶψά κεν εὖ δρώοιμι μετὰ σφίσιν ἅσσʼ ἐθέλοιεν.ἐκ γάρ τοι ἐρέω, σὺ δὲ σύνθεο καί μευ ἄκουσον·Ἑρμείαο ἕκητι διακτόρου, ὅς ῥά τε πάντωνἀνθρώπων ἔργοισι χάριν καὶ κῦδος ὀπάζει,