ἔνθα δʼ ἔγημε γυναῖκα καὶ ὑψερεφὲς θέτο δῶμα,γείνατο δʼ Ἀντιφάτην καὶ Μάντιον, υἷε κραταιώ.Ἀντιφάτης μὲν ἔτικτεν Ὀϊκλῆα μεγάθυμον,αὐτὰρ Ὀϊκλείης λαοσσόον Ἀμφιάραον,ὃν περὶ κῆρι φίλει Ζεύς τʼ αἰγίοχος καὶ Ἀπόλλωνπαντοίην φιλότητʼ· οὐδʼ ἵκετο γήραος οὐδόν,ἀλλʼ ὄλετʼ ἐν Θήβῃσι γυναίων εἵνεκα δώρων.τοῦ δʼ υἱεῖς ἐγένοντʼ Ἀλκμαίων Ἀμφίλοχός τε.Μάντιος αὖ τέκετο Πολυφείδεά τε Κλεῖτόν τε·ἀλλʼ ἦ τοι Κλεῖτον χρυσόθρονος ἥρπασεν Ἠὼςκάλλεος εἵνεκα οἷο, ἵνʼ ἀθανάτοισι μετείη·αὐτὰρ ὑπέρθυμον Πολυφείδεα μάντιν Ἀπόλλωνθῆκε βροτῶν ὄχʼ ἄριστον, ἐπεὶ θάνεν Ἀμφιάραος·ὅς ῥʼ Ὑπερησίηνδʼ ἀπενάσσατο πατρὶ χολωθείς,ἔνθʼ ὅ γε ναιετάων μαντεύετο πᾶσι βροτοῖσιν.τοῦ μὲν ἄρʼ υἱὸς ἐπῆλθε, Θεοκλύμενος δʼ ὄνομʼ ἦεν,ὃς τότε Τηλεμάχου πέλας ἵστατο· τὸν δʼ ἐκίχανενσπένδοντʼ εὐχόμενόν τε θοῇ παρὰ νηῒ μελαίνῃ,καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα·ὦ φίλʼ, ἐπεί σε θύοντα κιχάνω τῷδʼ ἐνὶ χώρῳ,λίσσομʼ ὑπὲρ θυέων καὶ δαίμονος, αὐτὰρ ἔπειτασῆς τʼ αὐτοῦ κεφαλῆς καὶ ἑταίρων, οἵ τοι ἕπονται,εἰπέ μοι εἰρομένῳ νημερτέα μηδʼ ἐπικεύσῃς·τίς πόθεν εἶς ἀνδρῶν; πόθι τοι πόλις ἠδὲ τοκῆες;τὸν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·τοιγὰρ ἐγώ τοι, ξεῖνε, μάλʼ ἀτρεκέως ἀγορεύσω.ἐξ Ἰθάκης γένος εἰμί, πατὴρ δέ μοί ἐστιν Ὀδυσσεύς,εἴ ποτʼ ἔην· νῦν δʼ ἤδη ἀπέφθιτο λυγρῷ ὀλέθρῳ.τοὔνεκα νῦν ἑτάρους τε λαβὼν καὶ νῆα μέλαινανἦλθον πευσόμενος πατρὸς δὴν οἰχομένοιο.τὸν δʼ αὖτε προσέειπε Θεοκλύμενος θεοειδής·οὕτω τοι καὶ ἐγὼν ἐκ πατρίδος, ἄνδρα κατακτὰςἔμφυλον· πολλοὶ δὲ κασίγνητοί τε ἔται τεἌργος ἀνʼ ἱππόβοτον, μέγα δὲ κρατέουσιν Ἀχαιῶν.τῶν ὑπαλευάμενος θάνατον καὶ κῆρα μέλαινανφεύγω, ἐπεί νύ μοι αἶσα κατʼ ἀνθρώπους ἀλάλησθαι.ἀλλά με νηὸς ἔφεσσαι, ἐπεί σε φυγὼν ἱκέτευσα,μή με κατακτείνωσι· διωκέμεναι γὰρ ὀΐω.τὸν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·οὐ μὲν δή σʼ ἐθέλοντά γʼ ἀπώσω νηὸς ἐΐσης,