ἱέμενος φιλέειν· ἐμὲ δὲ χρεὼ θᾶσσον ἱκέσθαι.ὣς φάτο, Νεστορίδης δʼ ἄρʼ ἑῷ συμφράσσατο θυμῷ,ὅππως οἱ κατὰ μοῖραν ὑποσχόμενος τελέσειεν.ὧδε δέ οἱ φρονέοντι δοάσσατο κέρδιον εἶναι·στρέψʼ ἵππους ἐπὶ νῆα θοὴν καὶ θῖνα θαλάσσης,νηῒ δʼ ἐνὶ πρύμνῃ ἐξαίνυτο κάλλιμα δῶρα,ἐσθῆτα χρυσόν τε, τά οἱ Μενέλαος ἔδωκε·καί μιν ἐποτρύνων ἔπεα πτερόεντα προσηύδα·σπουδῇ νῦν ἀνάβαινε κέλευέ τε πάντας ἑταίρους,πρὶν ἐμὲ οἴκαδʼ ἱκέσθαι ἀπαγγεῖλαί τε γέροντι.εὖ γὰρ ἐγὼ τόδε οἶδα κατὰ φρένα καὶ κατὰ θυμόν·οἷος κείνου θυμὸς ὑπέρβιος, οὔ σε μεθήσει,ἀλλʼ αὐτὸς καλέων δεῦρʼ εἴσεται, οὐδέ ἕ φημιἂψ ἰέναι κενεόν· μάλα γὰρ κεχολώσεται ἔμπης.ὣς ἄρα φωνήσας ἔλασεν καλλίτριχας ἵππουςἂψ Πυλίων εἰς ἄστυ, θοῶς δʼ ἄρα δώμαθʼ ἵκανε.Τηλέμαχος δʼ ἑτάροισιν ἐποτρύνων ἐκέλευσεν·ἐγκοσμεῖτε τὰ τεύχεʼ, ἑταῖροι, νηῒ μελαίνῃ,αὐτοί τʼ ἀμβαίνωμεν, ἵνα πρήσσωμεν ὁδοῖο.ὣς ἔφαθʼ, οἱ δʼ ἄρα τοῦ μάλα μὲν κλύον ἠδʼ ἐπίθοντο,αἶψα δʼ ἄρʼ εἴσβαινον καὶ ἐπὶ κληῗσι καθῖζον.ἦ τοι ὁ μὲν τὰ πονεῖτο καὶ εὔχετο, θῦε δʼ Ἀθήνῃνηῒ πάρα πρυμνῇ· σχεδόθεν δέ οἱ ἤλυθεν ἀνὴρτηλεδαπός, φεύγων ἐξ Ἄργεος ἄνδρα κατακτάς,μάντις· ἀτὰρ γενεήν γε Μελάμποδος ἔκγονος ἦεν,ὃς πρὶν μέν ποτʼ ἔναιε Πύλῳ ἔνι, μητέρι μήλων,ἀφνειὸς Πυλίοισι μέγʼ ἔξοχα δώματα ναίων·δὴ τότε γʼ ἄλλων δῆμον ἀφίκετο, πατρίδα φεύγωνΝηλέα τε μεγάθυμον, ἀγαυότατον ζωόντων,ὅς οἱ χρήματα πολλὰ τελεσφόρον εἰς ἐνιαυτὸνεἶχε βίῃ. ὁ δὲ τῆος ἐνὶ μεγάροις Φυλάκοιοδεσμῷ ἐν ἀργαλέῳ δέδετο, κρατέρʼ ἄλγεα πάσχωνεἵνεκα Νηλῆος κούρης ἄτης τε βαρείης,τήν οἱ ἐπὶ φρεσὶ θῆκε θεὰ δασπλῆτις Ἐρινύς.ἀλλʼ ὁ μὲν ἔκφυγε κῆρα καὶ ἤλασε βοῦς ἐριμύκουςἐς Πύλον ἐκ Φυλάκης καὶ ἐτίσατο ἔργον ἀεικὲςἀντίθεον Νηλῆα, κασιγνήτῳ δὲ γυναῖκαἠγάγετο πρὸς δώμαθʼ. ὁ δʼ ἄλλων ἵκετο δῆμον,Ἄργος ἐς ἱππόβοτον· τόθι γάρ νύ οἱ αἴσιμον ἦενναιέμεναι πολλοῖσιν ἀνάσσοντʼ Ἀργείοισιν