αἰετὸς ἀργὴν χῆνα φέρων ὀνύχεσσι πέλωρον,ἥμερον ἐξ αὐλῆς· οἱ δʼ ἰΰζοντες ἕποντοἀνέρες ἠδὲ γυναῖκες· ὁ δέ σφισιν ἐγγύθεν ἐλθὼνδεξιὸς ἤϊξε πρόσθʼ ἵππων· οἱ δὲ ἰδόντεςγήθησαν, καὶ πᾶσιν ἐνὶ φρεσὶ θυμὸς ἰάνθη.τοῖσι δὲ Νεστορίδης Πεισίστρατος ἤρχετο μύθων·φράζεο δή, Μενέλαε διοτρεφές, ὄρχαμε λαῶν,ἢ νῶϊν τόδʼ ἔφηνε θεὸς τέρας ἦε σοὶ αὐτῷ.ὣς φάτο, μερμήριξε δʼ ἀρηΐφιλος Μενέλαος,ὅππως οἱ κατὰ μοῖραν ὑποκρίναιτο νοήσας.τὸν δʼ Ἑλένη τανύπεπλος ὑποφθαμένη φάτο μῦθον·κλῦτέ μευ· αὐτὰρ ἐγὼ μαντεύσομαι, ὡς ἐνὶ θυμῷἀθάνατοι βάλλουσι καὶ ὡς τελέεσθαι ὀΐω.ὡς ὅδε χῆνʼ ἥρπαξʼ ἀτιταλλομένην ἐνὶ οἴκῳἐλθὼν ἐξ ὄρεος, ὅθι οἱ γενεή τε τόκος τε,ὣς Ὀδυσεὺς κακὰ πολλὰ παθὼν καὶ πόλλʼ ἐπαληθεὶςοἴκαδε νοστήσει καὶ τίσεται· ἠὲ καὶ ἤδηοἴκοι, ἀτὰρ μνηστῆρσι κακὸν πάντεσσι φυτεύει.τὴν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·οὕτω νῦν Ζεὺς θείη, ἐρίγδουπος πόσις Ἥρης·τῷ κέν τοι καὶ κεῖθι θεῷ ὣς εὐχετοῴμην.ἦ καὶ ἐφʼ ἵπποιϊν μάστιν βάλεν· οἱ δὲ μάλʼ ὦκαἤϊξαν πεδίονδε διὰ πτόλιος μεμαῶτες.οἱ δὲ πανημέριοι σεῖον ζυγὸν ἀμφὶς ἔχοντες.δύσετό τʼ ἠέλιος σκιόωντό τε πᾶσαι ἀγυιαί·ἐς Φηρὰς δʼ ἵκοντο Διοκλῆος ποτὶ δῶμα,υἱέος Ὀρτιλόχοιο, τὸν Ἀλφειὸς τέκε παῖδα.ἔνθα δὲ νύκτʼ ἄεσαν ὁ δὲ τοῖς πὰρ ξείνια θῆκεν.ἦμος δʼ ἠριγένεια φάνη ῥοδοδάκτυλος Ἠώς,ἵππους τε ζεύγνυντʼ ἀνά θʼ ἅρματα ποικίλʼ ἔβαινον,ἐκ δʼ ἔλασαν προθύροιο καὶ αἰθούσης ἐριδούπου·μάστιξεν δʼ ἐλάαν, τὼ δʼ οὐκ ἄκοντε πετέσθην.αἶψα δʼ ἔπειθʼ ἵκοντο Πύλου αἰπὺ πτολίεθρον·καὶ τότε Τηλέμαχος προσεφώνεε Νέστορος υἱόν·Νεστορίδη, πῶς κέν μοι ὑποσχόμενος τελέσειαςμῦθον ἐμόν; ξεῖνοι δὲ διαμπερὲς εὐχόμεθʼ εἶναιἐκ πατέρων φιλότητος, ἀτὰρ καὶ ὁμήλικές εἰμεν·ἥδε δʼ ὁδὸς καὶ μᾶλλον ὁμοφροσύνῃσιν ἐνήσει.μή με παρὲξ ἄγε νῆα, διοτρεφές, ἀλλὰ λίπʼ αὐτοῦ,μή μʼ ὁ γέρων ἀέκοντα κατάσχῃ ᾧ ἐνὶ οἴκῳ