ἥρως Ἀτρεΐδης· ὁ δʼ ἄρα κρητῆρα φαεινὸνθῆκʼ αὐτοῦ προπάροιθε φέρων κρατερὸς Μεγαπένθης,ἀργύρεον· Ἑλένη δὲ παρίστατο καλλιπάρῃοςπέπλον ἔχουσʼ ἐν χερσίν, ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζε·δῶρόν τοι καὶ ἐγώ, τέκνον φίλε, τοῦτο δίδωμι,μνῆμʼ Ἑλένης χειρῶν, πολυηράτου ἐς γάμου ὥρην,σῇ ἀλόχῳ φορέειν· τῆος δὲ φίλῃ παρὰ μητρὶκείσθω ἐνὶ μεγάρῳ. σὺ δέ μοι χαίρων ἀφίκοιοοἶκον ἐϋκτίμενον καὶ σὴν ἐς πατρίδα γαῖαν.ὣς εἰποῦσʼ ἐν χερσὶ τίθει, ὁ δʼ ἐδέξατο χαίρων.καὶ τὰ μὲν ἐς πείρινθα τίθει Πεισίστρατος ἥρωςδεξάμενος, καὶ πάντα ἑῷ θηήσατο θυμῷ·τοὺς δʼ ἦγε πρὸς δῶμα κάρη ξανθὸς Μενέλαος.ἑζέσθην δʼ ἄρʼ ἔπειτα κατὰ κλισμούς τε θρόνους τε.χέρνιβα δʼ ἀμφίπολος προχόῳ ἐπέχευε φέρουσακαλῇ χρυσείῃ, ὑπὲρ ἀργυρέοιο λέβητος,νίψασθαι· παρὰ δὲ ξεστὴν ἐτάνυσσε τράπεζαν.σῖτον δʼ αἰδοίη ταμίη παρέθηκε φέρουσα·εἴδατα πόλλʼ ἐπιθεῖσα, χαριζομένη παρεόντων·πὰρ δὲ Βοηθοΐδης κρέα δαίετο καὶ νέμε μοίρας·οἰνοχόει δʼ υἱὸς Μενελάου κυδαλίμοιο.οἱ δʼ ἐπʼ ὀνείαθʼ ἑτοῖμα προκείμενα χεῖρας ἴαλλον.αὐτὰρ ἐπεὶ πόσιος καὶ ἐδητύος ἐξ ἔρον ἕντο,δὴ τότε Τηλέμαχος καὶ Νέστορος ἀγλαὸς υἱὸςἵππους τε ζεύγνυντʼ ἀνά θʼ ἅρματα ποικίλʼ ἔβαινον,ἐκ δʼ ἔλασαν προθύροιο καὶ αἰθούσης ἐριδούπου.τοὺς δὲ μετʼ Ἀτρεΐδης ἔκιε ξανθὸς Μενέλαος,οἶνον ἔχων ἐν χειρὶ μελίφρονα δεξιτερῆφι,ἐν δέπαϊ χρυσέῳ, ὄφρα λείψαντε κιοίτην.στῆ δʼ ἵππων προπάροιθε, δεδισκόμενος δὲ προσηύδα·χαίρετον, ὦ κούρω, καὶ Νέστορι ποιμένι λαῶνεἰπεῖν· ἦ γὰρ ἐμοί γε πατὴρ ὣς ἤπιος ἦεν,ἧος ἐνὶ Τροίῃ πολεμίζομεν υἷες Ἀχαιῶν.τὸν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·καὶ λίην κείνῳ γε, διοτρεφές, ὡς ἀγορεύεις,πάντα τάδʼ ἐλθόντες καταλέξομεν· αἲ γὰρ ἐγὼν ὣςνοστήσας Ἰθάκηνδε, κιχὼν Ὀδυσῆʼ ἐνὶ οἴκῳ,εἴποιμʼ ὡς παρὰ σεῖο τυχὼν φιλότητος ἁπάσηςἔρχομαι, αὐτὰρ ἄγω κειμήλια πολλὰ καὶ ἐσθλά.ὣς ἄρα οἱ εἰπόντι ἐπέπτατο δεξιὸς ὄρνις,