ἡ δʼ εἰς εὐρύχορον Λακεδαίμονα Παλλὰς Ἀθήνηᾤχετʼ, Ὀδυσσῆος μεγαθύμου φαίδιμον υἱὸννόστου ὑπομνήσουσα καὶ ὀτρυνέουσα νέεσθαι.εὗρε δὲ Τηλέμαχον καὶ Νέστορος ἀγλαὸν υἱὸνεὕδοντʼ ἐν προδόμῳ Μενελάου κυδαλίμοιο,ἦ τοι Νεστορίδην μαλακῷ δεδμημένον ὕπνῳ·Τηλέμαχον δʼ οὐχ ὕπνος ἔχε γλυκύς, ἀλλʼ ἐνὶ θυμῷνύκτα διʼ ἀμβροσίην μελεδήματα πατρὸς ἔγειρεν.ἀγχοῦ δʼ ἱσταμένη προσέφη γλαυκῶπις Ἀθήνη·Τηλέμαχʼ, οὐκέτι καλὰ δόμων ἄπο τῆλʼ ἀλάλησαι,κτήματά τε προλιπὼν ἄνδρας τʼ ἐν σοῖσι δόμοισινοὕτω ὑπερφιάλους· μή τοι κατὰ πάντα φάγωσικτήματα δασσάμενοι, σὺ δὲ τηϋσίην ὁδὸν ἔλθῃς.ἀλλʼ ὄτρυνε τάχιστα βοὴν ἀγαθὸν Μενέλαονπεμπέμεν, ὄφρʼ ἔτι οἴκοι ἀμύμονα μητέρα τέτμῃς.ἤδη γάρ ῥα πατήρ τε κασίγνητοί τε κέλονταιΕὐρυμάχῳ γήμασθαι· ὁ γὰρ περιβάλλει ἅπανταςμνηστῆρας δώροισι καὶ ἐξώφελλεν ἔεδνα·μή νύ τι σεῦ ἀέκητι δόμων ἐκ κτῆμα φέρηται.οἶσθα γὰρ οἷος θυμὸς ἐνὶ στήθεσσι γυναικός·κείνου βούλεται οἶκον ὀφέλλειν ὅς κεν ὀπυίῃ,παίδων δὲ προτέρων καὶ κουριδίοιο φίλοιοοὐκέτι μέμνηται τεθνηκότος οὐδὲ μεταλλᾷ.ἀλλὰ σύ γʼ ἐλθὼν αὐτὸς ἐπιτρέψειας ἕκασταδμῳάων ἥ τίς τοι ἀρίστη φαίνεται εἶναι,εἰς ὅ κέ τοι φήνωσι θεοὶ κυδρὴν παράκοιτιν.ἄλλο δέ τοί τι ἔπος ἐρέω, σὺ δὲ σύνθεο θυμῷ.μνηστήρων σʼ ἐπιτηδὲς ἀριστῆες λοχόωσινἐν πορθμῷ Ἰθάκης τε Σάμοιό τε παιπαλοέσσης.ἱέμενοι κτεῖναι, πρὶν πατρίδα γαῖαν ἱκέσθαι.ἀλλὰ τά γʼ οὐκ ὀΐω· πρὶν καί τινα γαῖα καθέξειἀνδρῶν μνηστήρων, οἵ τοι βίοτον κατέδουσιν.ἀλλὰ ἑκὰς νήσων ἀπέχειν εὐεργέα νῆα,νυκτὶ δʼ ὁμῶς πλείειν· πέμψει δέ τοι οὖρον ὄπισθενἀθανάτων ὅς τίς σε φυλάσσει τε ῥύεταί τε.αὐτὰρ ἐπὴν πρώτην ἀκτὴν Ἰθάκης ἀφίκηαι,νῆα μὲν ἐς πόλιν ὀτρῦναι καὶ πάντας ἑταίρους,αὐτὸς δὲ πρώτιστα συβώτην εἰσαφικέσθαι,ὅς τοι ὑῶν ἐπίουρος, ὁμῶς δέ τοι ἤπια οἶδεν.ἔνθα δὲ νύκτʼ ἀέσαι· τὸν δʼ ὀτρῦναι πόλιν εἴσω