χοίρεʼ· ἀτὰρ σιάλους γε σύας μνηστῆρες ἔδουσιν,οὐκ ὄπιδα φρονέοντες ἐνὶ φρεσὶν οὐδʼ ἐλεητύν.οὐ μὲν σχέτλια ἔργα θεοὶ μάκαρες φιλέουσιν,ἀλλὰ δίκην τίουσι καὶ αἴσιμα ἔργʼ ἀνθρώπων.καὶ μὲν δυσμενέες καὶ ἀνάρσιοι, οἵ τʼ ἐπὶ γαίηςἀλλοτρίης βῶσιν καί σφι Ζεὺς ληΐδα δώῃ,πλησάμενοι δέ τε νῆας ἔβαν οἶκόνδε νέεσθαι,καὶ μὲν τοῖς ὄπιδος κρατερὸν δέος ἐν φρεσὶ πίπτει.οἵδε δὲ καί τι ἴσασι, θεοῦ δέ τινʼ ἔκλυον αὐδήν,κείνου λυγρὸν ὄλεθρον, ὅτʼ οὐκ ἐθέλουσι δικαίωςμνᾶσθαι οὐδὲ νέεσθαι ἐπὶ σφέτερʼ, ἀλλὰ ἕκηλοικτήματα δαρδάπτουσιν ὑπέρβιον, οὐδʼ ἔπι φειδώ.ὅσσαι γὰρ νύκτες τε καὶ ἡμέραι ἐκ Διός εἰσιν,οὔ ποθʼ ἓν ἱρεύουσʼ ἱερήϊον, οὐδὲ δύʼ οἴω·οἶνον δὲ φθινύθουσιν ὑπέρβιον ἐξαφύοντες.ἦ γάρ οἱ ζωή γʼ ἦν ἄσπετος· οὔ τινι τόσσηἀνδρῶν ἡρώων, οὔτʼ ἠπείροιο μελαίνηςοὔτʼ αὐτῆς Ἰθάκης· οὐδὲ ξυνεείκοσι φωτῶνἔστʼ ἄφενος τοσσοῦτον· ἐγὼ δέ κέ τοι καταλέξω.δώδεκʼ ἐν ἠπείρῳ ἀγέλαι· τόσα πώεα οἰῶν,τόσσα συῶν συβόσια, τόσʼ αἰπόλια πλατέʼ αἰγῶνβόσκουσι ξεῖνοί τε καὶ αὐτοῦ βώτορες ἄνδρες.ἐνθάδε δʼ αἰπόλια πλατέʼ αἰγῶν ἕνδεκα πάνταἐσχατιῇ βόσκοντʼ, ἐπὶ δʼ ἀνέρες ἐσθλοὶ ὄρονται.τῶν αἰεί σφιν ἕκαστος ἐπʼ ἤματι μῆλον ἀγινεῖ,ζατρεφέων αἰγῶν ὅς τις φαίνηται ἄριστος.αὐτὰρ ἐγὼ σῦς τάσδε φυλάσσω τε ῥύομαί τε,καί σφι συῶν τὸν ἄριστον ἐῢ κρίνας ἀποπέμπω.ὣς φάθʼ, ὁ δʼ ἐνδυκέως κρέα τʼ ἤσθιε πῖνέ τε οἶνονἁρπαλέως ἀκέων, κακὰ δὲ μνηστῆρσι φύτευεν.αὐτὰρ ἐπεὶ δείπνησε καὶ ἤραρε θυμὸν ἐδωδῇ,καί οἱ πλησάμενος δῶκε σκύφον, ᾧ περ ἔπινεν,οἴνου ἐνίπλειον· ὁ δʼ ἐδέξατο, χαῖρε δὲ θυμῷ,καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα·ὦ φίλε, τίς γάρ σε πρίατο κτεάτεσσιν ἑοῖσιν,ὧδε μάλʼ ἀφνειὸς καὶ καρτερὸς ὡς ἀγορεύεις;φῆς δʼ αὐτὸν φθίσθαι Ἀγαμέμνονος εἵνεκα τιμῆς.εἰπέ μοι, αἴ κέ ποθι γνώω τοιοῦτον ἐόντα.Ζεὺς γάρ που τό γε οἶδε καὶ ἀθάνατοι θεοὶ ἄλλοι,εἴ κέ μιν ἀγγείλαιμι ἰδών· ἐπὶ πολλὰ δʼ ἀλήθην.