πυκνὴν καὶ μεγάλην, ἥ οἱ παρεκέσκετʼ ἀμοιβάς,ἕννυσθαι ὅτε τις χειμὼν ἔκπαγλος ὄροιτο.ὣς ὁ μὲν ἔνθʼ Ὀδυσεὺς κοιμήσατο, τοὶ δὲ παρʼ αὐτὸνἄνδρες κοιμήσαντο νεηνίαι· οὐδὲ συβώτῃἥνδανεν αὐτόθι κοῖτος, ὑῶν ἄπο κοιμηθῆναι,ἀλλʼ ὅ γʼ ἄρʼ ἔξω ἰὼν ὡπλίζετο· χαῖρε δʼ Ὀδυσσεύς,ὅττι ῥά οἱ βιότου περικήδετο νόσφιν ἐόντος.πρῶτον μὲν ξίφος ὀξὺ περὶ στιβαροῖς βάλετʼ ὤμοις,ἀμφὶ δὲ χλαῖναν ἑέσσατʼ ἀλεξάνεμον, μάλα πυκνήν,ἂν δὲ νάκην ἕλετʼ αἰγὸς ἐϋτρεφέος μεγάλοιο,εἵλετο δʼ ὀξὺν ἄκοντα, κυνῶν ἀλκτῆρα καὶ ἀνδρῶν.βῆ δʼ ἴμεναι κείων ὅθι περ σύες ἀργιόδοντεςπέτρῃ ὕπο γλαφυρῇ εὗδον, Βορέω ὑπʼ ἰωγῇ.