ἀφραδίῃς, ἐπεὶ οὐκ ἐφάμην ῥιγωσέμεν ἔμπης,ἀλλʼ ἑπόμην σάκος οἶον ἔχων καὶ ζῶμα φαεινόν.ἀλλʼ ὅτε δὴ τρίχα νυκτὸς ἔην, μετὰ δʼ ἄστρα βεβήκει,καὶ τότʼ ἐγὼν Ὀδυσῆα προσηύδων ἐγγὺς ἐόνταἀγκῶνι νύξας· ὁ δʼ ἄρʼ ἐμμαπέως ὑπάκουσε·διογενὲς Λαερτιάδη, πολυμήχανʼ Ὀδυσσεῦ,οὔ τοι ἔτι ζωοῖσι μετέσσομαι, ἀλλά με χεῖμαδάμναται· οὐ γὰρ ἔχω χλαῖναν· παρά μʼ ἤπαφε δαίμωνοἰοχίτωνʼ ἔμεναι· νῦν δʼ οὐκέτι φυκτὰ πέλονται.ὣς ἐφάμην, ὁ δʼ ἔπειτα νόον σχέθε τόνδʼ ἐνὶ θυμῷ,οἷος κεῖνος ἔην βουλευέμεν ἠδὲ μάχεσθαι·φθεγξάμενος δʼ ὀλίγῃ ὀπί με πρὸς μῦθον ἔειπε·σίγα νῦν, μή τίς σευ Ἀχαιῶν ἄλλος ἀκούσῃ.ἦ καὶ ἐπʼ ἀγκῶνος κεφαλὴν σχέθεν εἶπέ τε μῦθον·κλῦτε, φίλοι· θεῖός μοι ἐνύπνιον ἦλθεν ὄνειρος.λίην γὰρ νηῶν ἑκὰς ἤλθομεν· ἀλλά τις εἴηεἰπεῖν Ἀτρεΐδῃ Ἀγαμέμνονι, ποιμένι λαῶν,εἰ πλέονας παρὰ ναῦφιν ἐποτρύνειε νέεσθαι.ὣς ἔφατʼ, ὦρτο δʼ ἔπειτα Θόας, Ἀνδραίμονος υἱός,καρπαλίμως, ἀπὸ δὲ χλαῖναν θέτο φοινικόεσσαν,βῆ δὲ θέειν ἐπὶ νῆας· ἐγὼ δʼ ἐνὶ εἵματι κείνουκείμην ἀσπασίως, φάε δὲ χρυσόθρονος Ἠώς.ὣς νῦν ἡβώοιμι βίη τέ μοι ἔμπεδος εἴη·δοίη κέν τις χλαῖναν ἐνὶ σταθμοῖσι συφορβῶν,ἀμφότερον, φιλότητι καὶ αἰδοῖ φωτὸς ἑῆος·νῦν δέ μʼ ἀτιμάζουσι κακὰ χροῒ εἵματʼ ἔχοντα.τὸν δʼ ἀπαμειβόμενος προσέφης, Εὔμαιε συβῶτα·ὦ γέρον, αἶνος μέν τοι ἀμύμων, ὃν κατέλεξας,οὐδέ τί πω παρὰ μοῖραν ἔπος νηκερδὲς ἔειπες·τῷ οὔτʼ ἐσθῆτος δευήσεαι οὔτε τευ ἄλλου,ὧν ἐπέοιχʼ ἱκέτην ταλαπείριον ἀντιάσαντα,νῦν· ἀτὰρ ἠῶθέν γε τὰ σὰ ῥάκεα δνοπαλίξεις.οὐ γὰρ πολλαὶ χλαῖναι ἐπημοιβοί τε χιτῶνεςἐνθάδε ἕννυσθαι, μία δʼ οἴη φωτὶ ἑκάστῳ.αὐτὰρ ἐπὴν ἔλθῃσιν Ὀδυσσῆος φίλος υἱός,αὐτός τοι χλαῖνάν τε χιτῶνά τε εἵματα δώσει,πέμψει δʼ ὅππῃ σε κραδίη θυμός τε κελεύει.ὣς εἰπὼν ἀνόρουσε, τίθει δʼ ἄρα οἱ πυρὸς ἐγγὺςεὐνήν, ἐν δʼ ὀΐων τε καὶ αἰγῶν δέρματʼ ἔβαλλεν.ἔνθʼ Ὀδυσεὺς κατέλεκτʼ· ἐπὶ δὲ χλαῖναν βάλεν αὐτῷ