τὸν δʼ ἀπαμειβόμενος προσεφώνεε δῖος ὑφορβός·ξεῖνʼ, οὕτω γάρ κέν μοι ἐϋκλείη τʼ ἀρετή τεεἴη ἐπʼ ἀνθρώπους ἅμα τʼ αὐτίκα καὶ μετέπειτα,ὅς σʼ ἐπεὶ ἐς κλισίην ἄγαγον καὶ ξείνια δῶκα,αὖτις δὲ κτείναιμι φίλον τʼ ἀπὸ θυμὸν ἑλοίμην·πρόφρων κεν δὴ ἔπειτα Δία Κρονίωνα λιτοίμην.νῦν δʼ ὥρη δόρποιο· τάχιστά μοι ἔνδον ἑταῖροιεἶεν, ἵνʼ ἐν κλισίῃ λαρὸν τετυκοίμεθα δόρπον.ὣς οἱ μὲν τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον,ἀγχίμολον δὲ σύες τε καὶ ἀνέρες ἦλθον ὑφορβοί.τὰς μὲν ἄρα ἔρξαν κατὰ ἤθεα κοιμηθῆναι,κλαγγὴ δʼ ἄσπετος ὦρτο συῶν αὐλιζομενάωναὐτὰρ ὁ οἷς ἑτάροισιν ἐκέκλετο δῖος ὑφορβός·ἄξεθʼ ὑῶν τὸν ἄριστον, ἵνα ξείνῳ ἱερεύσωτηλεδαπῷ· πρὸς δʼ αὐτοὶ ὀνησόμεθʼ, οἵ περ ὀϊζὺνδὴν ἔχομεν πάσχοντες ὑῶν ἕνεκʼ ἀργιοδόντων·ἄλλοι δʼ ἡμέτερον κάματον νήποινον ἔδουσιν.ὣς ἄρα φωνήσας κέασε ξύλα νηλέϊ χαλκῷ,οἱ δʼ ὗν εἰσῆγον μάλα πίονα πενταέτηρον.τὸν μὲν ἔπειτʼ ἔστησαν ἐπʼ ἐσχάρῃ· οὐδὲ συβώτηςλήθετʼ ἄρʼ ἀθανάτων· φρεσὶ γὰρ κέχρητʼ ἀγαθῇσιν·ἀλλʼ ὅγʼ ἀπαρχόμενος κεφαλῆς τρίχας ἐν πυρὶ βάλλενἀργιόδοντος ὑός, καὶ ἐπεύχετο πᾶσι θεοῖσιννοστῆσαι Ὀδυσῆα πολύφρονα ὅνδε δόμονδε.κόψε δʼ ἀνασχόμενος σχίζῃ δρυός, ἣν λίπε κείων·τὸν δʼ ἔλιπε ψυχή. τοὶ δʼ ἔσφαξάν τε καὶ εὗσαν·αἶψα δέ μιν διέχευαν· ὁ δʼ ὠμοθετεῖτο συβώτης,πάντων ἀρχόμενος μελέων, ἐς πίονα δημόν,καὶ τὰ μὲν ἐν πυρὶ βάλλε, παλύνας ἀλφίτου ἀκτῇ,μίστυλλόν τʼ ἄρα τἆλλα καὶ ἀμφʼ ὀβελοῖσιν ἔπειραν,ὤπτησάν τε περιφραδέως ἐρύσαντό τε πάντα,βάλλον δʼ εἰν ἐλεοῖσιν ἀολλέα· ἂν δὲ συβώτηςἵστατο δαιτρεύσων· περὶ γὰρ φρεσὶν αἴσιμα ᾔδη.καὶ τὰ μὲν ἕπταχα πάντα διεμοιρᾶτο δαΐζων·τὴν μὲν ἴαν νύμφῃσι καὶ Ἑρμῇ, Μαιάδος υἱεῖ,θῆκεν ἐπευξάμενος, τὰς δʼ ἄλλας νεῖμεν ἑκάστῳ·νώτοισιν δʼ Ὀδυσῆα διηνεκέεσσι γέραιρενἀργιόδοντος ὑός, κύδαινε δὲ θυμὸν ἄνακτος·καί μιν φωνήσας προσέφη πολύμητις Ὀδυσσεύς·αἴθʼ οὕτως, Εὔμαιε, φίλος Διὶ πατρὶ γένοιο