ἆ δειλὲ ξείνων, ἦ μοι μάλα θυμὸν ὄριναςταῦτα ἕκαστα λέγων, ὅσα δὴ πάθες ἠδʼ ὅσʼ ἀλήθης.ἀλλὰ τά γʼ οὐ κατὰ κόσμον ὀΐομαι, οὐδέ με πείσειςεἰπὼν ἀμφʼ Ὀδυσῆϊ· τί σε χρὴ τοῖον ἐόνταμαψιδίως ψεύδεσθαι; ἐγὼ δʼ εὖ οἶδα καὶ αὐτὸςνόστον ἐμοῖο ἄνακτος, ὅ τʼ ἤχθετο πᾶσι θεοῖσιπάγχυ μάλʼ, ὅττι μιν οὔ τι μετὰ Τρώεσσι δάμασσανἠὲ φίλων ἐν χερσίν, ἐπεὶ πόλεμον τολύπευσε.τῷ κέν οἱ τύμβον μὲν ἐποίησαν Παναχαιοί,ἠδέ κε καὶ ᾧ παιδὶ μέγα κλέος ἤρατʼ ὀπίσσωνῦν δέ μιν ἀκλειῶς ἅρπυιαι ἀνηρείψαντο.αὐτὰρ ἐγὼ παρʼ ὕεσσιν ἀπότροπος· οὐδὲ πόλινδεἔρχομαι, εἰ μή πού τι περίφρων Πηνελόπειαἐλθέμεν ὀτρύνῃσιν, ὅτʼ ἀγγελίη ποθὲν ἔλθῃ.ἀλλʼ οἱ μὲν τὰ ἕκαστα παρήμενοι ἐξερέουσιν,ἠμὲν οἳ ἄχνυνται δὴν οἰχομένοιο ἄνακτος,ἠδʼ οἳ χαίρουσιν βίοτον νήποινον ἔδοντες·ἀλλʼ ἐμοὶ οὐ φίλον ἐστὶ μεταλλῆσαι καὶ ἐρέσθαι,ἐξ οὗ δή μʼ Αἰτωλὸς ἀνὴρ ἐξήπαφε μύθῳ,ὅς ῥʼ ἄνδρα κτείνας, πολλὴν ἐπὶ γαῖαν ἀληθείς,ἦλθεν ἐμὰ πρὸς δώματʼ· ἐγὼ δέ μιν ἀμφαγάπαζον.φῆ δέ μιν ἐν Κρήτεσσι παρʼ Ἰδομενῆϊ ἰδέσθαινῆας ἀκειόμενον, τάς οἱ ξυνέαξαν ἄελλαι·καὶ φάτʼ ἐλεύσεσθαι ἢ ἐς θέρος ἢ ἐς ὀπώρην,πολλὰ χρήματʼ ἄγοντα, σὺν ἀντιθέοις ἑτάροισι.καὶ σύ, γέρον πολυπενθές, ἐπεί σέ μοι ἤγαγε δαίμων,μήτε τί μοι ψεύδεσσι χαρίζεο μήτε τι θέλγε·οὐ γὰρ τοὔνεκʼ ἐγώ σʼ αἰδέσσομαι οὐδὲ φιλήσω,ἀλλὰ Δία ξένιον δείσας αὐτόν τʼ ἐλεαίρων.τὸν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύςἦ μάλα τίς τοι θυμὸς ἐνὶ στήθεσσιν ἄπιστος,οἷόν σʼ οὐδʼ ὀμόσας περ ἐπήγαγον οὐδέ σε πείθω.ἀλλʼ ἄγε νῦν ῥήτρην ποιησόμεθʼ· αὐτὰρ ὄπισθεμάρτυροι ἀμφοτέροισι θεοί, τοὶ Ὄλυμπον ἔχουσιν.εἰ μέν κεν νοστήσῃ ἄναξ τεὸς ἐς τόδε δῶμα,ἕσσας με χλαῖνάν τε χιτῶνά τε εἵματα πέμψαιΔουλίχιόνδʼ ἰέναι, ὅθι μοι φίλον ἔπλετο θυμῷ·εἰ δέ κε μὴ ἔλθῃσιν ἄναξ τεὸς ὡς ἀγορεύω,δμῶας ἐπισσεύας βαλέειν μεγάλης κατὰ πέτρης,ὄφρα καὶ ἄλλος πτωχὸς ἀλεύεται ἠπεροπεύειν.