τοῦδʼ αὐτοῦ λυκάβαντος ἐλεύσεται ἐνθάδʼ Ὀδυσσεύς.τοῦ μὲν φθίνοντος μηνός, τοῦ δʼ ἱσταμένοιο,οἴκαδε νοστήσει, καὶ τίσεται ὅς τις ἐκείνουἐνθάδʼ ἀτιμάζει ἄλοχον καὶ φαίδιμον υἱόν.τὸν δʼ ἀπαμειβόμενος προσέφης, Εὔμαιε συβῶτα·ὦ γέρον, οὔτʼ ἄρʼ ἐγὼν εὐαγγέλιον τόδε τίσω,οὔτʼ Ὀδυσεὺς ἔτι οἶκον ἐλεύσεται· ἀλλὰ ἕκηλοςπῖνε, καὶ ἄλλα παρὲξ μεμνώμεθα, μηδέ με τούτωνμίμνησκʼ· ἦ γὰρ θυμὸς ἐνὶ στήθεσσιν ἐμοῖσινἄχνυται, ὁππότε τις μνήσῃ κεδνοῖο ἄνακτος.ἀλλʼ ἦ τοι ὅρκον μὲν ἐάσομεν, αὐτὰρ Ὀδυσσεὺςἔλθοι ὅπως μιν ἐγώ γʼ ἐθέλω καὶ ΠηνελόπειαΛαέρτης θʼ ὁ γέρων καὶ Τηλέμαχος θεοειδής.νῦν αὖ παιδὸς ἄλαστον ὀδύρομαι, ὃν τέκʼ Ὀδυσσεύς,Τηλεμάχου· τὸν ἐπεὶ θρέψαν θεοὶ ἔρνεϊ ἶσον,καί μιν ἔφην ἔσσεσθαι ἐν ἀνδράσιν οὔ τι χέρηαπατρὸς ἑοῖο φίλοιο, δέμας καὶ εἶδος ἀγητόν,τὸν δέ τις ἀθανάτων βλάψε φρένας ἔνδον ἐΐσαςἠέ τις ἀνθρώπων· ὁ δʼ ἔβη μετὰ πατρὸς ἀκουὴνἐς Πύλον ἠγαθέην· τὸν δὲ μνηστῆρες ἀγαυοὶοἴκαδʼ ἰόντα λοχῶσιν, ὅπως ἀπὸ φῦλον ὄληταινώνυμον ἐξ Ἰθάκης Ἀρκεισίου ἀντιθέοιο.ἀλλʼ ἦ τοι κεῖνον μὲν ἐάσομεν, ἤ κεν ἁλώῃἦ κε φύγῃ καί κέν οἱ ὑπέρσχῃ χεῖρα Κρονίων.ἀλλʼ ἄγε μοι σύ, γεραιέ, τὰ σʼ αὐτοῦ κήδεʼ ἐνίσπεςκαί μοι τοῦτʼ ἀγόρευσον ἐτήτυμον, ὄφρʼ ἐῢ εἰδῶ·τίς πόθεν εἶς ἀνδρῶν; πόθι τοι πόλις ἠδὲ τοκῆες;ὁπποίης τʼ ἐπὶ νηὸς ἀφίκεο· πῶς δέ σε ναῦταιἤγαγον εἰς Ἰθάκην; τίνες ἔμμεναι εὐχετόωντο;οὐ μὲν γάρ τί σε πεζὸν ὀΐομαι ἐνθάδʼ ἱκέσθαι.τὸν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύςτοιγὰρ ἐγώ τοι ταῦτα μάλʼ ἀτρεκέως ἀγορεύσω.εἴη μὲν νῦν νῶϊν ἐπὶ χρόνον ἠμὲν ἐδωδὴἠδὲ μέθυ γλυκερὸν κλισίης ἔντοσθεν ἐοῦσι,δαίνυσθαι ἀκέοντʼ, ἄλλοι δʼ ἐπὶ ἔργον ἕποιεν·ῥηϊδίως κεν ἔπειτα καὶ εἰς ἐνιαυτὸν ἅπανταοὔ τι διαπρήξαιμι λέγων ἐμὰ κήδεα θυμοῦ,ὅσσα γε δὴ ξύμπαντα θεῶν ἰότητι μόγησα.ἐκ μὲν Κρητάων γένος εὔχομαι εὐρειάων,ἀνέρος ἀφνειοῖο πάϊς· πολλοὶ δὲ καὶ ἄλλοι