ἡ δʼ, ὥς τʼ ἐν πεδίῳ τετράοροι ἄρσενες ἵπποι,πάντες ἅμʼ ὁρμηθέντες ὑπὸ πληγῇσιν ἱμάσθλης,ὑψόσʼ ἀειρόμενοι ῥίμφα πρήσσουσι κέλευθον,ὣς ἄρα τῆς πρύμνη μὲν ἀείρετο, κῦμα δʼ ὄπισθεπορφύρεον μέγα θῦε πολυφλοίσβοιο θαλάσσης.ἡ δὲ μάλʼ ἀσφαλέως θέεν ἔμπεδον· οὐδέ κεν ἴρηξκίρκος ὁμαρτήσειεν, ἐλαφρότατος πετεηνῶν.ὣς ἡ ῥίμφα θέουσα θαλάσσης κύματʼ ἔταμνεν,ἄνδρα φέρουσα θεοῖς ἐναλίγκια μήδεʼ ἔχοντα·ὃς πρὶν μὲν μάλα πολλὰ πάθʼ ἄλγεα ὃν κατὰ θυμὸνἀνδρῶν τε πτολέμους ἀλεγεινά τε κύματα πείρων,δὴ τότε γʼ ἀτρέμας εὗδε, λελασμένος ὅσσʼ ἐπεπόνθει.εὖτʼ ἀστὴρ ὑπερέσχε φαάντατος, ὅς τε μάλισταἔρχεται ἀγγέλλων φάος Ἠοῦς ἠριγενείης,τῆμος δὴ νήσῳ προσεπίλνατο ποντοπόρος νηῦς.Φόρκυνος δέ τίς ἐστι λιμήν, ἁλίοιο γέροντος,ἐν δήμῳ Ἰθάκης· δύο δὲ προβλῆτες ἐν αὐτῷἀκταὶ ἀπορρῶγες, λιμένος ποτιπεπτηυῖαι,αἵ τʼ ἀνέμων σκεπόωσι δυσαήων μέγα κῦμαἔκτοθεν· ἔντοσθεν δέ τʼ ἄνευ δεσμοῖο μένουσινῆες ἐΰσσελμοι, ὅτʼ ἂν ὅρμου μέτρον ἵκωνται.αὐτὰρ ἐπὶ κρατὸς λιμένος τανύφυλλος ἐλαίη,ἀγχόθι δʼ αὐτῆς ἄντρον ἐπήρατον ἠεροειδές,ἱρὸν νυμφάων αἳ νηϊάδες καλέονται.ἐν δὲ κρητῆρές τε καὶ ἀμφιφορῆες ἔασινλάϊνοι· ἔνθα δʼ ἔπειτα τιθαιβώσσουσι μέλισσαι.ἐν δʼ ἱστοὶ λίθεοι περιμήκεες, ἔνθα τε νύμφαιφάρεʼ ὑφαίνουσιν ἁλιπόρφυρα, θαῦμα ἰδέσθαι·ἐν δʼ ὕδατʼ ἀενάοντα. δύω δέ τέ οἱ θύραι εἰσίν,αἱ μὲν πρὸς Βορέαο καταιβαταὶ ἀνθρώποισιν,αἱ δʼ αὖ πρὸς Νότου εἰσὶ θεώτεραι· οὐδέ τι κείνῃἄνδρες ἐσέρχονται, ἀλλʼ ἀθανάτων ὁδός ἐστιν.ἔνθʼ οἵ γʼ εἰσέλασαν, πρὶν εἰδότες· ἡ μὲν ἔπειταἠπείρῳ ἐπέκελσεν, ὅσον τʼ ἐπὶ ἥμισυ πάσης,σπερχομένη· τοῖον γὰρ ἐπείγετο χέρσʼ ἐρετάων·οἱ δʼ ἐκ νηὸς βάντες ἐϋζύγου ἤπειρόνδεπρῶτον Ὀδυσσῆα γλαφυρῆς ἐκ νηὸς ἄειραναὐτῷ σύν τε λίνῳ καὶ ῥήγεϊ σιγαλόεντι,κὰδ δʼ ἄρʼ ἐπὶ ψαμάθῳ ἔθεσαν δεδμημένον ὕπνῳ,ἐκ δὲ κτήματʼ ἄειραν, ἅ οἱ Φαίηκες ἀγαυοὶ