πομπὴ καὶ φίλα δῶρα, τά μοι θεοὶ Οὐρανίωνεςὄλβια ποιήσειαν· ἀμύμονα δʼ οἴκοι ἄκοιτιννοστήσας εὕροιμι σὺν ἀρτεμέεσσι φίλοισιν.ὑμεῖς δʼ αὖθι μένοντες ἐϋφραίνοιτε γυναῖκαςκουριδίας καὶ τέκνα· θεοὶ δʼ ἀρετὴν ὀπάσειανπαντοίην, καὶ μή τι κακὸν μεταδήμιον εἴη.ὣς ἔφαθʼ, οἱ δʼ ἄρα πάντες ἐπῄνεον ἠδʼ ἐκέλευονπεμπέμεναι τὸν ξεῖνον, ἐπεὶ κατὰ μοῖραν ἔειπεν.καὶ τότε κήρυκα προσέφη μένος Ἀλκινόοιο·Ποντόνοε, κρητῆρα κερασσάμενος μέθυ νεῖμονπᾶσιν ἀνὰ μέγαρον, ὄφρʼ εὐξάμενοι Διὶ πατρὶτὸν ξεῖνον πέμπωμεν ἑὴν ἐς πατρίδα γαῖαν.ὣς φάτο, Ποντόνοος δὲ μελίφρονα οἶνον ἐκίρνα,νώμησεν δʼ ἄρα πᾶσιν ἐπισταδόν· οἱ δὲ θεοῖσινἔσπεισαν μακάρεσσι, τοὶ οὐρανὸν εὐρὺν ἔχουσιν,αὐτόθεν ἐξ ἑδρέων. ἀνὰ δʼ ἵστατο δῖος Ὀδυσσεύς,Ἀρήτῃ δʼ ἐν χειρὶ τίθει δέπας ἀμφικύπελλον,καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα·χαῖρέ μοι, ὦ βασίλεια, διαμπερές, εἰς ὅ κε γῆραςἔλθῃ καὶ θάνατος, τά τʼ ἐπʼ ἀνθρώποισι πέλονται.αὐτὰρ ἐγὼ νέομαι· σὺ δὲ τέρπεο τῷδʼ ἐνὶ οἴκῳπαισί τε καὶ λαοῖσι καὶ Ἀλκινόῳ βασιλῆϊ.ὣς εἰπὼν ὑπὲρ οὐδὸν ἐβήσετο δῖος Ὀδυσσεύς,τῷ δʼ ἅμα κήρυκα προΐει μένος Ἀλκινόοιο,ἡγεῖσθαι ἐπὶ νῆα θοὴν καὶ θῖνα θαλάσσης·Ἀρήτη δʼ ἄρα οἱ δμῳὰς ἅμʼ ἔπεμπε γυναῖκας,τὴν μὲν φᾶρος ἔχουσαν ἐϋπλυνὲς ἠδὲ χιτῶνα,τὴν δʼ ἑτέρην χηλὸν πυκινὴν ἅμʼ ὄπασσε κομίζειν·ἡ δʼ ἄλλη σῖτόν τʼ ἔφερεν καὶ οἶνον ἐρυθρόν.αὐτὰρ ἐπεί ῥʼ ἐπὶ νῆα κατήλυθον ἠδὲ θάλασσαν,αἶψα τά γʼ ἐν νηῒ γλαφυρῇ πομπῆες ἀγαυοὶδεξάμενοι κατέθεντο, πόσιν καὶ βρῶσιν ἅπασαν·κὰδ δʼ ἄρʼ Ὀδυσσῆϊ στόρεσαν ῥῆγός τε λίνον τενηὸς ἐπʼ ἰκριόφιν γλαφυρῆς, ἵνα νήγρετον εὕδοι,πρυμνῆς· ἂν δὲ καὶ αὐτὸς ἐβήσετο καὶ κατέλεκτοσιγῇ· τοὶ δὲ καθῖζον ἐπὶ κληῗσιν ἕκαστοικόσμῳ, πεῖσμα δʼ ἔλυσαν ἀπὸ τρητοῖο λίθοιο.εὖθʼ οἱ ἀνακλινθέντες ἀνερρίπτουν ἅλα πηδῷ,καὶ τῷ νήδυμος ὕπνος ἐπὶ βλεφάροισιν ἔπιπτε,νήγρετος, ἥδιστος, θανάτῳ ἄγχιστα ἐοικώς.