κνυζώσω δέ τοι ὄσσε πάρος περικαλλέʼ ἐόντε,ὡς ἂν ἀεικέλιος πᾶσι μνηστῆρσι φανήῃςσῇ τʼ ἀλόχῳ καὶ παιδί, τὸν ἐν μεγάροισιν ἔλειπες.αὐτὸς δὲ πρώτιστα συβώτην εἰσαφικέσθαι,ὅς τοι ὑῶν ἐπίουρος, ὁμῶς δέ τοι ἤπια οἶδε,παῖδά τε σὸν φιλέει καὶ ἐχέφρονα Πηνελόπειαν.δήεις τόν γε σύεσσι παρήμενον· αἱ δὲ νέμονταιπὰρ Κόρακος πέτρῃ ἐπί τε κρήνῃ Ἀρεθούσῃ,ἔσθουσαι βάλανον μενοεικέα καὶ μέλαν ὕδωρπίνουσαι, τά θʼ ὕεσσι τρέφει τεθαλυῖαν ἀλοιφήν.ἔνθα μένειν καὶ πάντα παρήμενος ἐξερέεσθαι,ὄφρʼ ἂν ἐγὼν ἔλθω Σπάρτην ἐς καλλιγύναικαΤηλέμαχον καλέουσα, τεὸν φίλον υἱόν, Ὀδυσσεῦ·ὅς τοι ἐς εὐρύχορον Λακεδαίμονα πὰρ Μενέλαονᾤχετο πευσόμενος μετὰ σὸν κλέος, εἴ που ἔτʼ εἴης.τὴν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς·τίπτε τʼ ἄρʼ οὔ οἱ ἔειπες, ἐνὶ φρεσὶ πάντα ἰδυῖα;ἦ ἵνα που καὶ κεῖνος ἀλώμενος ἄλγεα πάσχῃπόντον ἐπʼ ἀτρύγετον· βίοτον δέ οἱ ἄλλοι ἔδουσι;τὸν δʼ ἠμείβετʼ ἔπειτα θεὰ γλαυκῶπις Ἀθήνη·μὴ δή τοι κεῖνός γε λίην ἐνθύμιος ἔστω.αὐτή μιν πόμπευον, ἵνα κλέος ἐσθλὸν ἄροιτοκεῖσʼ ἐλθών· ἀτὰρ οὔ τινʼ ἔχει πόνον, ἀλλὰ ἕκηλοςἧσται ἐν Ἀτρεΐδαο δόμοις, παρὰ δʼ ἄσπετα κεῖται.ἦ μέν μιν λοχόωσι νέοι σὺν νηῒ μελαίνῃ,ἱέμενοι κτεῖναι, πρὶν πατρίδα γαῖαν ἱκέσθαι·ἀλλὰ τά γʼ οὐκ ὀΐω, πρὶν καί τινα γαῖα καθέξειἀνδρῶν μνηστήρων, οἵ τοι βίοτον κατέδουσιν.ὣς ἄρα μιν φαμένη ῥάβδῳ ἐπεμάσσατʼ Ἀθήνη.κάρψεν μὲν χρόα καλὸν ἐνὶ γναμπτοῖσι μέλεσσι,ξανθὰς δʼ ἐκ κεφαλῆς ὄλεσε τρίχας, ἀμφὶ δὲ δέρμαπάντεσσιν μελέεσσι παλαιοῦ θῆκε γέροντος,κνύζωσεν δέ οἱ ὄσσε πάρος περικαλλέʼ ἐόντε·ἀμφὶ δέ μιν ῥάκος ἄλλο κακὸν βάλεν ἠδὲ χιτῶνα,ῥωγαλέα ῥυπόωντα, κακῷ μεμορυγμένα καπνῷ·ἀμφὶ δέ μιν μέγα δέρμα ταχείης ἕσσʼ ἐλάφοιο,ψιλόν· δῶκε δέ οἱ σκῆπτρον καὶ ἀεικέα πήρην,πυκνὰ ῥωγαλέην· ἐν δὲ στρόφος ἦεν ἀορτήρ.τώ γʼ ὣς βουλεύσαντε διέτμαγεν. ἡ μὲν ἔπειταἐς Λακεδαίμονα δῖαν ἔβη μετὰ παῖδʼ Ὀδυσῆος.