τὸν δʼ αὖτε προσέειπε θεὰ γλαυκῶπις Ἀθήνη·θάρσει, μή τοι ταῦτα μετὰ φρεσὶ σῇσι μελόντων.ἀλλὰ χρήματα μὲν μυχῷ ἄντρου θεσπεσίοιοθείμεν αὐτίκα νῦν, ἵνα περ τάδε τοι σόα μίμνῃ·αὐτοὶ δὲ φραζώμεθʼ ὅπως ὄχʼ ἄριστα γένηται.ὣς εἰποῦσα θεὰ δῦνε σπέος ἠεροειδές,μαιομένη κευθμῶνας ἀνὰ σπέος· αὐτὰρ Ὀδυσσεὺςἆσσον πάντʼ ἐφόρει, χρυσὸν καὶ ἀτειρέα χαλκὸνεἵματά τʼ εὐποίητα, τά οἱ Φαίηκες ἔδωκαν.καὶ τὰ μὲν εὖ κατέθηκε, λίθον δʼ ἐπέθηκε θύρῃσιΠαλλὰς Ἀθηναίη, κούρη Διὸς αἰγιόχοιο.τὼ δὲ καθεζομένω ἱερῆς παρὰ πυθμένʼ ἐλαίηςφραζέσθην μνηστῆρσιν ὑπερφιάλοισιν ὄλεθρον.τοῖσι δὲ μύθων ἦρχε θεὰ γλαυκῶπις Ἀθήνη·διογενὲς Λαερτιάδη, πολυμήχανʼ Ὀδυσσεῦ,φράζευ ὅπως μνηστῆρσιν ἀναιδέσι χεῖρας ἐφήσεις,οἳ δή τοι τρίετες μέγαρον κάτα κοιρανέουσι,μνώμενοι ἀντιθέην ἄλοχον καὶ ἕδνα διδόντες·ἡ δὲ σὸν αἰεὶ νόστον ὀδυρομένη κατὰ θυμὸνπάντας μέν ῥʼ ἔλπει καὶ ὑπίσχεται ἀνδρὶ ἑκάστῳ,ἀγγελίας προϊεῖσα, νόος δέ οἱ ἄλλα μενοινᾷ.τὴν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς·ὢ πόποι, ἦ μάλα δὴ Ἀγαμέμνονος Ἀτρεΐδαοφθίσεσθαι κακὸν οἶτον ἐνὶ μεγάροισιν ἔμελλον,εἰ μή μοι σὺ ἕκαστα, θεά, κατὰ μοῖραν ἔειπες.ἀλλʼ ἄγε μῆτιν ὕφηνον, ὅπως ἀποτίσομαι αὐτούς·πὰρ δέ μοι αὐτὴ στῆθι, μένος πολυθαρσὲς ἐνεῖσα,οἷον ὅτε Τροίης λύομεν λιπαρὰ κρήδεμνα.αἴ κέ μοι ὣς μεμαυῖα παρασταίης, γλαυκῶπι,καί κε τριηκοσίοισιν ἐγὼν ἄνδρεσσι μαχοίμηνσὺν σοί, πότνα θεά, ὅτε μοι πρόφρασσʼ ἐπαρήγοις.τὸν δʼ ἠμείβετʼ ἔπειτα θεὰ γλαυκῶπις Ἀθήνη·καὶ λίην τοι ἐγώ γε παρέσσομαι, οὐδέ με λήσεις,ὁππότε κεν δὴ ταῦτα πενώμεθα· καί τινʼ ὀΐωαἵματί τʼ ἐγκεφάλῳ τε παλαξέμεν ἄσπετον οὖδαςἀνδρῶν μνηστήρων, οἵ τοι βίοτον κατέδουσιν.ἀλλʼ ἄγε σʼ ἄγνωστον τεύξω πάντεσσι βροτοῖσι·κάρψω μὲν χρόα καλὸν ἐνὶ γναμπτοῖσι μέλεσσι,ξανθὰς δʼ ἐκ κεφαλῆς ὀλέσω τρίχας, ἀμφὶ δὲ λαῖφοςἕσσω ὅ κε στυγέῃσιν ἰδὼν ἄνθρωπον ἔχοντα,