ἠλώμην, ἧός με θεοὶ κακότητος ἔλυσαν·πρίν γʼ ὅτε Φαιήκων ἀνδρῶν ἐν πίονι δήμῳθάρσυνάς τε ἔπεσσι καὶ ἐς πόλιν ἤγαγες αὐτή.νῦν δέ σε πρὸς πατρὸς γουνάζομαι—οὐ γὰρ ὀΐωἥκειν εἰς Ἰθάκην εὐδείελον, ἀλλά τινʼ ἄλληνγαῖαν ἀναστρέφομαι· σὲ δὲ κερτομέουσαν ὀΐωταῦτʼ ἀγορευέμεναι, ἵνʼ ἐμὰς φρένας ἠπεροπεύσῃς—εἰπέ μοι εἰ ἐτεόν γε φίλην ἐς πατρίδʼ ἱκάνω.τὸν δʼ ἠμείβετʼ ἔπειτα θεὰ γλαυκῶπις Ἀθήνη·αἰεί τοι τοιοῦτον ἐνὶ στήθεσσι νόημα·τῷ σε καὶ οὐ δύναμαι προλιπεῖν δύστηνον ἐόντα,οὕνεκʼ ἐπητής ἐσσι καὶ ἀγχίνοος καὶ ἐχέφρων.ἀσπασίως γάρ κʼ ἄλλος ἀνὴρ ἀλαλήμενος ἐλθὼνἵετʼ ἐνὶ μεγάροις ἰδέειν παῖδάς τʼ ἄλοχόν τε·σοὶ δʼ οὔ πω φίλον ἐστὶ δαήμεναι οὐδὲ πυθέσθαι,πρίν γʼ ἔτι σῆς ἀλόχου πειρήσεαι, ἥ τέ τοι αὔτωςἧσται ἐνὶ μεγάροισιν, ὀϊζυραὶ δέ οἱ αἰεὶφθίνουσιν νύκτες τε καὶ ἤματα δάκρυ χεούσῃ.αὐτὰρ ἐγὼ τὸ μὲν οὔ ποτʼ ἀπίστεον, ἀλλʼ ἐνὶ θυμῷᾔδεʼ, ὃ νοστήσεις ὀλέσας ἄπο πάντας ἑταίρους·ἀλλά τοι οὐκ ἐθέλησα Ποσειδάωνι μάχεσθαιπατροκασιγνήτῳ, ὅς τοι κότον ἔνθετο θυμῷ,χωόμενος ὅτι οἱ υἱὸν φίλον ἐξαλάωσας.ἀλλʼ ἄγε τοι δείξω Ἰθάκης ἕδος, ὄφρα πεποίθῃς.Φόρκυνος μὲν ὅδʼ ἐστὶ λιμήν, ἁλίοιο γέροντος,ἥδε δʼ ἐπὶ κρατὸς λιμένος τανύφυλλος ἐλαίη·ἀγχόθι δʼ αὐτῆς ἄντρον ἐπήρατον ἠεροειδές,ἱρὸν νυμφάων, αἳ νηϊάδες καλέονται·τοῦτο δέ τοι σπέος ἐστὶ κατηρεφές, ἔνθα σὺ πολλὰςἔρδεσκες νύμφῃσι τεληέσσας ἑκατόμβας·τοῦτο δὲ Νήριτόν ἐστιν ὄρος καταειμένον ὕλῃ.ὣς εἰποῦσα θεὰ σκέδασʼ ἠέρα, εἴσατο δὲ χθών·γήθησέν τʼ ἄρʼ ἔπειτα πολύτλας δῖος Ὀδυσσεύς,χαίρων ᾗ γαίῃ, κύσε δὲ ζείδωρον ἄρουραν.αὐτίκα δὲ νύμφῃς ἠρήσατο, χεῖρας ἀνασχών·νύμφαι νηϊάδες, κοῦραι Διός, οὔ ποτʼ ἐγώ γεὄψεσθʼ ὔμμʼ ἐφάμην· νῦν δʼ εὐχωλῇς ἀγανῇσιχαίρετʼ· ἀτὰρ καὶ δῶρα διδώσομεν, ὡς τὸ πάρος περ,αἴ κεν ἐᾷ πρόφρων με Διὸς θυγάτηρ ἀγελείηαὐτόν τε ζώειν καί μοι φίλον υἱὸν ἀέξῃ.