ἀλλʼ αὔτως ἀποβάντες ἐκείμεθα νηὸς ἅπαντες.ἔνθʼ ἐμὲ μὲν γλυκὺς ὕπνος ἐπήλυθε κεκμηῶτα,οἱ δὲ χρήματʼ ἐμὰ γλαφυρῆς ἐκ νηὸς ἑλόντεςκάτθεσαν, ἔνθα περ αὐτὸς ἐπὶ ψαμάθοισιν ἐκείμην.οἱ δʼ ἐς Σιδονίην εὖ ναιομένην ἀναβάντεςᾤχοντʼ· αὐτὰρ ἐγὼ λιπόμην ἀκαχήμενος ἦτορ.ὣς φάτο, μείδησεν δὲ θεὰ γλαυκῶπις Ἀθήνη,χειρί τέ μιν κατέρεξε· δέμας δʼ ἤϊκτο γυναικὶκαλῇ τε μεγάλῃ τε καὶ ἀγλαὰ ἔργα ἰδυίῃ·καί μιν φωνήσασʼ ἔπεα πτερόεντα προσηύδα·κερδαλέος κʼ εἴη καὶ ἐπίκλοπος ὅς σε παρέλθοιἐν πάντεσσι δόλοισι, καὶ εἰ θεὸς ἀντιάσειε.σχέτλιε, ποικιλομῆτα, δόλων ἆτʼ, οὐκ ἄρʼ ἔμελλες,οὐδʼ ἐν σῇ περ ἐὼν γαίῃ, λήξειν ἀπατάωνμύθων τε κλοπίων, οἵ τοι πεδόθεν φίλοι εἰσίν.ἀλλʼ ἄγε, μηκέτι ταῦτα λεγώμεθα, εἰδότες ἄμφωκέρδεʼ, ἐπεὶ σὺ μέν ἐσσι βροτῶν ὄχʼ ἄριστος ἁπάντωνβουλῇ καὶ μύθοισιν, ἐγὼ δʼ ἐν πᾶσι θεοῖσιμήτι τε κλέομαι καὶ κέρδεσιν· οὐδὲ σύ γʼ ἔγνωςΠαλλάδʼ Ἀθηναίην, κούρην Διός, ἥ τέ τοι αἰεὶἐν πάντεσσι πόνοισι παρίσταμαι ἠδὲ φυλάσσω,καὶ δέ σε Φαιήκεσσι φίλον πάντεσσιν ἔθηκα,νῦν αὖ δεῦρʼ ἱκόμην, ἵνα τοι σὺν μῆτιν ὑφήνωχρήματά τε κρύψω, ὅσα τοι Φαίηκες ἀγαυοὶὤπασαν οἴκαδʼ ἰόντι ἐμῇ βουλῇ τε νόῳ τε,εἴπω θʼ ὅσσα τοι αἶσα δόμοις ἔνι ποιητοῖσικήδεʼ ἀνασχέσθαι· σὺ δὲ τετλάμεναι καὶ ἀνάγκῃ,μηδέ τῳ ἐκφάσθαι μήτʼ ἀνδρῶν μήτε γυναικῶν,πάντων, οὕνεκʼ ἄρʼ ἦλθες ἀλώμενος, ἀλλὰ σιωπῇπάσχειν ἄλγεα πολλά, βίας ὑποδέγμενος ἀνδρῶν.τὴν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς·ἀργαλέον σε, θεά, γνῶναι βροτῷ ἀντιάσαντι,καὶ μάλʼ ἐπισταμένῳ· σὲ γὰρ αὐτὴν παντὶ ἐΐσκεις.τοῦτο δʼ ἐγὼν εὖ οἶδʼ, ὅτι μοι πάρος ἠπίη ἦσθα,ἧος ἐνὶ Τροίῃ πολεμίζομεν υἷες Ἀχαιῶν.αὐτὰρ ἐπεὶ Πριάμοιο πόλιν διεπέρσαμεν αἰπήν,βῆμεν δʼ ἐν νήεσσι, θεὸς δʼ ἐκέδασσεν Ἀχαιούς,οὔ σέ γʼ ἔπειτα ἴδον, κούρη Διός, οὐδʼ ἐνόησανηὸς ἐμῆς ἐπιβᾶσαν, ὅπως τί μοι ἄλγος ἀλάλκοις.ἀλλʼ αἰεὶ φρεσὶν ᾗσιν ἔχων δεδαϊγμένον ἦτορ