ἠδʼ ὅσσοι μετόπισθε ποτὶ ζόφον ἠερόεντα.ἦ τοι μὲν τρηχεῖα καὶ οὐχ ἱππήλατός ἐστιν,οὐδὲ λίην λυπρή, ἀτὰρ οὐδʼ εὐρεῖα τέτυκται.ἐν μὲν γάρ οἱ σῖτος ἀθέσφατος, ἐν δέ τε οἶνοςγίγνεται· αἰεὶ δʼ ὄμβρος ἔχει τεθαλυῖά τʼ ἐέρση·αἰγίβοτος δʼ ἀγαθὴ καὶ βούβοτος· ἔστι μὲν ὕληπαντοίη, ἐν δʼ ἀρδμοὶ ἐπηετανοὶ παρέασι.τῷ τοι, ξεῖνʼ, Ἰθάκης γε καὶ ἐς Τροίην ὄνομʼ ἵκει,τήν περ τηλοῦ φασὶν Ἀχαιΐδος ἔμμεναι αἴης.ὣς φάτο, γήθησεν δὲ πολύτλας δῖος Ὀδυσσεύς,χαίρων ᾗ γαίῃ πατρωΐῃ, ὥς οἱ ἔειπεΠαλλὰς Ἀθηναίη, κούρη Διὸς, αἰγιόχοιο·καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα·οὐδʼ ὅ γʼ ἀληθέα εἶπε, πάλιν δʼ ὅ γε λάζετο μῦθον,αἰεὶ ἐνὶ στήθεσσι νόον πολυκερδέα νωμῶν·πυνθανόμην Ἰθάκης γε καὶ ἐν Κρήτῃ εὐρείῃ,τηλοῦ ὑπὲρ πόντου· νῦν δʼ εἰλήλουθα καὶ αὐτὸςχρήμασι σὺν τοίσδεσσι· λιπὼν δʼ ἔτι παισὶ τοσαῦταφεύγω, ἐπεὶ φίλον υἷα κατέκτανον Ἰδομενῆος,Ὀρσίλοχον πόδας ὠκύν, ὃς ἐν Κρήτῃ εὐρείῃἀνέρας ἀλφηστὰς νίκα ταχέεσσι πόδεσσιν,οὕνεκά με στερέσαι τῆς ληΐδος ἤθελε πάσηςΤρωϊάδος, τῆς εἵνεκʼ ἐγὼ πάθον ἄλγεα θυμῷ,ἀνδρῶν τε πτολέμους ἀλεγεινά τε κύματα πείρων,οὕνεκʼ ἄρʼ οὐχ ᾧ πατρὶ χαριζόμενος θεράπευονδήμῳ ἔνι Τρώων, ἀλλʼ ἄλλων ἦρχον ἑταίρων.τὸν μὲν ἐγὼ κατιόντα βάλον χαλκήρεϊ δουρὶἀγρόθεν, ἐγγὺς ὁδοῖο λοχησάμενος σὺν ἑταίρῳ·νὺξ δὲ μάλα δνοφερὴ κάτεχʼ οὐρανόν, οὐδέ τις ἡμέαςἀνθρώπων ἐνόησε, λάθον δέ ἑ θυμὸν ἀπούρας.αὐτὰρ ἐπεὶ δὴ τόν γε κατέκτανον ὀξέϊ χαλκῷ,αὐτίκʼ ἐγὼν ἐπὶ νῆα κιὼν Φοίνικας ἀγαυοὺςἐλλισάμην, καί σφιν μενοεικέα ληΐδα δῶκα·τούς μʼ ἐκέλευσα Πύλονδε καταστῆσαι καὶ ἐφέσσαιἢ εἰς Ἤλιδα δῖαν, ὅθι κρατέουσιν Ἐπειοί.ἀλλʼ ἦ τοι σφέας κεῖθεν ἀπώσατο ἲς ἀνέμοιοπόλλʼ ἀεκαζομένους, οὐδʼ ἤθελον ἐξαπατῆσαι.κεῖθεν δὲ πλαγχθέντες ἱκάνομεν ἐνθάδε νυκτός.σπουδῇ δʼ ἐς λιμένα προερέσσαμεν, οὐδέ τις ἡμῖνδόρπου μνῆστις ἔην, μάλα περ χατέουσιν ἑλέσθαι,