ἦ ῥʼ οἵ γʼ ὑβρισταί τε καὶ ἄγριοι οὐδὲ δίκαιοι,ἦε φιλόξεινοι, καί σφιν νόος ἐστὶ θεουδής;πῇ δὴ χρήματα πολλὰ φέρω τάδε; πῇ τε καὶ αὐτὸςπλάζομαι; αἴθʼ ὄφελον μεῖναι παρὰ Φαιήκεσσιναὐτοῦ· ἐγὼ δέ κεν ἄλλον ὑπερμενέων βασιλήωνἐξικόμην, ὅς κέν μʼ ἐφίλει καὶ ἔπεμπε νέεσθαι.νῦν δʼ οὔτʼ ἄρ πῃ θέσθαι ἐπίσταμαι, οὐδὲ μὲν αὐτοῦκαλλείψω, μή πώς μοι ἕλωρ ἄλλοισι γένηται.ὢ πόποι, οὐκ ἄρα πάντα νοήμονες οὐδὲ δίκαιοιἦσαν Φαιήκων ἡγήτορες ἠδὲ μέδοντες,οἵ μʼ εἰς ἄλλην γαῖαν ἀπήγαγον, ἦ τέ μʼ ἔφαντοἄξειν εἰς Ἰθάκην εὐδείελον, οὐδʼ ἐτέλεσσαν.Ζεὺς σφέας τίσαιτο ἱκετήσιος, ὅς τε καὶ ἄλλουςἀνθρώπους ἐφορᾷ καὶ τίνυται ὅς τις ἁμάρτῃ.ἀλλʼ ἄγε δὴ τὰ χρήματʼ ἀριθμήσω καὶ ἴδωμαι,μή τί μοι οἴχωνται κοίλης ἐπὶ νηὸς ἄγοντες.ὣς εἰπὼν τρίποδας περικαλλέας ἠδὲ λέβηταςἠρίθμει καὶ χρυσὸν ὑφαντά τε εἵματα καλά.τῶν μὲν ἄρʼ οὔ τι πόθει· ὁ δʼ ὀδύρετο πατρίδα γαῖανἑρπύζων παρὰ θῖνα πολυφλοίσβοιο θαλάσσης,πόλλʼ ὀλοφυρόμενος. σχεδόθεν δέ οἱ ἦλθεν Ἀθήνη,ἀνδρὶ δέμας εἰκυῖα νέῳ, ἐπιβώτορι μήλων,παναπάλῳ, οἷοί τε ἀνάκτων παῖδες ἔασι,δίπτυχον ἀμφʼ ὤμοισιν ἔχουσʼ εὐεργέα λώπην·ποσσὶ δʼ ὑπὸ λιπαροῖσι πέδιλʼ ἔχε, χερσὶ δʼ ἄκοντα.τὴν δʼ Ὀδυσεὺς γήθησεν ἰδὼν καὶ ἐναντίος ἦλθε,καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα·ὦ φίλʼ, ἐπεί σε πρῶτα κιχάνω τῷδʼ ἐνὶ χώρῳ,χαῖρέ τε καὶ μή μοί τι κακῷ νόῳ ἀντιβολήσαις,ἀλλὰ σάω μὲν ταῦτα, σάω δʼ ἐμέ· σοὶ γὰρ ἐγώ γεεὔχομαι ὥς τε θεῷ καί σευ φίλα γούναθʼ ἱκάνω.καί μοι τοῦτʼ ἀγόρευσον ἐτήτυμον, ὄφρʼ ἐῢ εἰδῶ·τίς γῆ, τίς δῆμος, τίνες ἀνέρες ἐγγεγάασιν;ἦ πού τις νήσων εὐδείελος, ἦέ τις ἀκτὴκεῖθʼ ἁλὶ κεκλιμένη ἐριβώλακος ἠπείροιο;τὸν δʼ αὖτε προσέειπε θεὰ γλαυκῶπις Ἀθήνη·νήπιός εἰς, ὦ ξεῖνʼ, ἢ τηλόθεν εἰλήλουθας,εἰ δὴ τήνδε τε γαῖαν ἀνείρεαι. οὐδέ τι λίηνοὕτω νώνυμός ἐστιν· ἴσασι δέ μιν μάλα πολλοί,ἠμὲν ὅσοι ναίουσι πρὸς ἠῶ τʼ ἠέλιόν τε,