ἔνθʼ ἔμενʼ· ἡ δὲ μάλα σχεδὸν ἤλυθε ποντοπόρος νηῦςῥίμφα διωκομένη· τῆς δὲ σχεδὸν ἦλθʼ ἐνοσίχθων,ὅς μιν λᾶαν ἔθηκε καὶ ἐρρίζωσεν ἔνερθεχειρὶ καταπρηνεῖ ἐλάσας· ὁ δὲ νόσφι βεβήκει.οἱ δὲ πρὸς ἀλλήλους ἔπεα πτερόεντʼ ἀγόρευονΦαίηκες δολιχήρετμοι, ναυσίκλυτοι ἄνδρες.ὧδε δέ τις εἴπεσκεν ἰδὼν ἐς πλησίον ἄλλον·ὤ μοι, τίς δὴ νῆα θοὴν ἐπέδησʼ ἐνὶ πόντῳοἴκαδʼ ἐλαυνομένην; καὶ δὴ προὐφαίνετο πᾶσα.ὣς ἄρα τις εἴπεσκε· τὰ δʼ οὐκ ἴσαν ὡς ἐτέτυκτο.τοῖσιν δʼ Ἀλκίνοος ἀγορήσατο καὶ μετέειπεν·ὢ πόποι, ἦ μάλα δή με παλαίφατα θέσφαθʼ ἱκάνειπατρὸς ἐμοῦ, ὃς ἔφασκε Ποσειδάωνʼ ἀγάσασθαιἡμῖν, οὕνεκα πομποὶ ἀπήμονές εἰμεν ἁπάντων.φῆ ποτὲ Φαιήκων ἀνδρῶν περικαλλέα, νῆα,ἐκ πομπῆς ἀνιοῦσαν, ἐν ἠεροειδέϊ πόντῳῥαισέμεναι, μέγα δʼ ἧμιν ὄρος πόλει ἀμφικαλύψειν.ὣς ἀγόρευʼ ὁ γέρων· τὰ δὲ δὴ νῦν πάντα τελεῖται.ἀλλʼ ἄγεθʼ, ὡς ἂν ἐγὼ εἴπω, πειθώμεθα πάντες·πομπῆς μὲν παύσασθε βροτῶν, ὅτε κέν τις ἵκηταιἡμέτερον προτὶ ἄστυ· Ποσειδάωνι δὲ ταύρουςδώδεκα κεκριμένους ἱερεύσομεν, αἴ κʼ ἐλεήσῃ,μηδʼ ἡμῖν περίμηκες ὄρος πόλει ἀμφικαλύψῃ.ὣς ἔφαθʼ, οἱ δʼ ἔδεισαν, ἑτοιμάσσαντο δὲ ταύρους.ὣς οἱ μέν ῥʼ εὔχοντο Ποσειδάωνι ἄνακτιδήμου Φαιήκων ἡγήτορες ἠδὲ μέδοντες,ἑσταότες περὶ βωμόν. ὁ δʼ ἔγρετο δῖος Ὀδυσσεὺςεὕδων ἐν γαίῃ πατρωΐῃ, οὐδέ μιν ἔγνω,ἤδη δὴν ἀπεών· περὶ γὰρ θεὸς ἠέρα χεῦεΠαλλὰς Ἀθηναίη, κούρη Διός, ὄφρα μιν αὐτὸνἄγνωστον τεύξειεν ἕκαστά τε μυθήσαιτο,μή μιν πρὶν ἄλοχος γνοίη ἀστοί τε φίλοι τε,πρὶν πᾶσαν μνηστῆρας ὑπερβασίην ἀποτῖσαι.τοὔνεκʼ ἄρʼ ἀλλοειδέα φαινέσκετο πάντα ἄνακτι,ἀτραπιτοί τε διηνεκέες λιμένες τε πάνορμοιπέτραι τʼ ἠλίβατοι καὶ δένδρεα τηλεθόωντα.στῆ δʼ ἄρʼ ἀναΐξας καί ῥʼ εἴσιδε πατρίδα γαῖαν·ᾤμωξέν τʼ ἄρ ἔπειτα καὶ ὣ πεπλήγετο μηρὼχερσὶ καταπρηνέσσʼ, ὀλοφυρόμενος δʼ ἔπος ηὔδα·ὤ μοι ἐγώ, τέων αὖτε βροτῶν ἐς γαῖαν ἱκάνω;