ὤπασαν οἴκαδʼ ἰόντι διὰ μεγάθυμον Ἀθήνην.καὶ τὰ μὲν οὖν παρὰ πυθμένʼ ἐλαίης ἀθρόα θῆκανἐκτὸς ὁδοῦ, μή πώς τις ὁδιτάων ἀνθρώπων,πρίν γʼ Ὀδυσῆʼ ἔγρεσθαι, ἐπελθὼν δηλήσαιτο·αὐτοὶ δʼ αὖτʼ οἶκόνδε πάλιν κίον. οὐδʼ ἐνοσίχθωνλήθετʼ ἀπειλάων, τὰς ἀντιθέῳ Ὀδυσῆϊπρῶτον ἐπηπείλησε, Διὸς δʼ ἐξείρετο βουλήν·Ζεῦ πάτερ, οὐκέτʼ ἐγώ γε μετʼ ἀθανάτοισι θεοῖσιτιμήεις ἔσομαι, ὅτε με βροτοὶ οὔ τι τίουσιν,Φαίηκες, τοί πέρ τοι ἐμῆς ἔξ εἰσι γενέθλης.καὶ γὰρ νῦν Ὀδυσῆʼ ἐφάμην κακὰ πολλὰ παθόνταοἴκαδʼ ἐλεύσεσθαι· νόστον δέ οἱ οὔ ποτʼ ἀπηύρωνπάγχυ, ἐπεὶ σὺ πρῶτον ὑπέσχεο καὶ κατένευσας.οἱ δʼ εὕδοντʼ ἐν νηῒ θοῇ ἐπὶ πόντον ἄγοντεςκάτθεσαν εἰν Ἰθάκῃ, ἔδοσαν δέ οἱ ἄσπετα δῶρα,χαλκόν τε χρυσόν τε ἅλις ἐσθῆτά θʼ ὑφαντήν,πόλλʼ, ὅσʼ ἂν οὐδέ ποτε Τροίης ἐξήρατʼ Ὀδυσσεύς,εἴ περ ἀπήμων ἦλθε, λαχὼν ἀπὸ ληΐδος αἶσαν.τὸν δʼ ἀπαμειβόμενος προσέφη νεφεληγερέτα Ζεύς·ὢ πόποι, ἐννοσίγαιʼ εὐρυσθενές, οἷον ἔειπες.οὔ τί σʼ ἀτιμάζουσι θεοί· χαλεπὸν δέ κεν εἴηπρεσβύτατον καὶ ἄριστον ἀτιμίῃσιν ἰάλλειν.ἀνδρῶν δʼ εἴ πέρ τίς σε βίῃ καὶ κάρτεϊ εἴκωνοὔ τι τίει. σοὶ δʼ ἐστὶ καὶ ἐξοπίσω τίσις αἰεί.ἔρξον ὅπως ἐθέλεις καί τοι φίλον ἔπλετο θυμῷ.τὸν δʼ ἠμείβετʼ ἔπειτα Ποσειδάων ἐνοσίχθων·αἶψά κʼ ἐγὼν ἔρξαιμι, κελαινεφές, ὡς ἀγορεύεις·ἀλλὰ σὸν αἰεὶ θυμὸν ὀπίζομαι ἠδʼ ἀλεείνω.νῦν αὖ Φαιήκων ἐθέλω περικαλλέα νῆα,ἐκ πομπῆς ἀνιοῦσαν, ἐν ἠεροειδέϊ πόντῳῥαῖσαι, ἵνʼ ἤδη σχῶνται, ἀπολλήξωσι δὲ πομπῆςἀνθρώπων, μέγα δέ σφιν ὄρος πόλει ἀμφικαλύψαι.τὸν δʼ ἀπαμειβόμενος προσέφη νεφεληγερέτα Ζεύς·ὢ πέπον, ὡς μὲν ἐμῷ θυμῷ δοκεῖ εἶναι ἄριστα,ὁππότε κεν δὴ πάντες ἐλαυνομένην προΐδωνταιλαοὶ ἀπὸ πτόλιος, θεῖναι λίθον ἐγγύθι γαίηςνηῒ θοῇ ἴκελον, ἵνα θαυμάζωσιν ἅπαντεςἄνθρωποι, μέγα δέ σφιν ὄρος πόλει ἀμφικαλύψαι.αὐτὰρ ἐπεὶ τό γʼ ἄκουσε Ποσειδάων ἐνοσίχθων,βῆ ῥʼ ἴμεν ἐς Σχερίην, ὅθι Φαίηκες γεγάασιν.