ὣς ἔφαθʼ, οἱ δʼ ἄρα πάντες ἀκὴν ἐγένοντο σιωπῇ,κηληθμῷ δʼ ἔσχοντο κατὰ μέγαρα σκιόεντα.τὸν δʼ αὖτʼ Ἀλκίνοος ἀπαμείβετο φώνησέν τε·ὦ Ὀδυσεῦ, ἐπεὶ ἵκευ ἐμὸν ποτὶ χαλκοβατὲς δῶ,ὑψερεφές, τῷ σʼ οὔ τι παλιμπλαγχθέντα γʼ ὀΐωἂψ ἀπονοστήσειν, εἰ καὶ μάλα πολλὰ πέπονθας.ὑμέων δʼ ἀνδρὶ ἑκάστῳ ἐφιέμενος τάδε εἴρω,ὅσσοι ἐνὶ μεγάροισι γερούσιον αἴθοπα οἶνοναἰεὶ πίνετʼ ἐμοῖσιν, ἀκουάζεσθε δʼ ἀοιδοῦ.εἵματα μὲν δὴ ξείνῳ ἐϋξέστῃ ἐνὶ χηλῷκεῖται καὶ χρυσὸς πολυδαίδαλος ἄλλα τε πάνταδῶρʼ, ὅσα Φαιήκων βουληφόροι ἐνθάδʼ ἔνεικαν·ἀλλʼ ἄγε οἱ δῶμεν τρίποδα μέγαν ἠδὲ λέβηταἀνδρακάς· ἡμεῖς δʼ αὖτε ἀγειρόμενοι κατὰ δῆμοντισόμεθʼ· ἀργαλέον γὰρ ἕνα προικὸς χαρίσασθαι.ὣς ἔφατʼ Ἀλκίνοος, τοῖσιν δʼ ἐπιήνδανε μῦθος.οἱ μὲν κακκείοντες ἔβαν οἶκόνδε ἕκαστος,ἦμος δʼ ἠριγένεια φάνη ῥοδοδάκτυλος Ἠώς,νῆάδʼ ἐπεσσεύοντο, φέρον δʼ εὐήνορα χαλκόν.καὶ τὰ μὲν εὖ κατέθηχʼ ἱερὸν μένος Ἀλκινόοιο,αὐτὸς ἰὼν διὰ νηὸς ὑπὸ ζυγά, μή τινʼ ἑταίρωνβλάπτοι ἐλαυνόντων, ὁπότε σπερχοίατʼ ἐρετμοῖς.οἱ δʼ εἰς Ἀλκινόοιο κίον καὶ δαῖτʼ ἀλέγυνον.τοῖσι δὲ βοῦν ἱέρευσʼ ἱερὸν μένος ἈλκινόοιοΖηνὶ κελαινεφέϊ Κρονίδῃ, ὃς πᾶσιν ἀνάσσει.μῆρα δὲ κήαντες δαίνυντʼ ἐρικυδέα δαῖτατερπόμενοι· μετὰ δέ σφιν ἐμέλπετο θεῖος ἀοιδός,Δημόδοκος, λαοῖσι τετιμένος. αὐτὰρ Ὀδυσσεὺςπολλὰ πρὸς ἠέλιον κεφαλὴν τρέπε παμφανόωντα,δῦναι ἐπειγόμενος· δὴ γὰρ μενέαινε νέεσθαι.ὡς δʼ ὅτʼ ἀνὴρ δόρποιο λιλαίεται, ᾧ τε πανῆμαρνειὸν ἀνʼ ἕλκητον βόε οἴνοπε πηκτὸν ἄροτρον·ἀσπασίως δʼ ἄρα τῷ κατέδυ φάος ἠελίοιοδόρπον ἐποίχεσθαι, βλάβεται δέ τε γούνατʼ ἰόντι·ὣς Ὀδυσῆʼ ἀσπαστὸν ἔδυ φάος ἠελίοιο.αἶψα δὲ Φαιήκεσσι φιληρέτμοισι μετηύδα,Ἀλκινόῳ δὲ μάλιστα πιφαυσκόμενος φάτο μῦθον·Ἀλκίνοε κρεῖον, πάντων ἀριδείκετε λαῶν,πέμπετέ με σπείσαντες ἀπήμονα, χαίρετε δʼ αὐτοί·ἤδη γὰρ τετέλεσται ἅ μοι φίλος ἤθελε θυμός,