πρὸς ζόφον εἰς Ἔρεβος τετραμμένον, ᾗ περ ἂν ὑμεῖςνῆα παρὰ γλαφυρὴν ἰθύνετε, φαίδιμʼ Ὀδυσσεῦ.οὐδέ κεν ἐκ νηὸς γλαφυρῆς αἰζήιος ἀνὴρτόξῳ ὀιστεύσας κοῖλον σπέος εἰσαφίκοιτο.ἔνθα δʼ ἐνὶ Σκύλλη ναίει δεινὸν λελακυῖα.τῆς ἦ τοι φωνὴ μὲν ὅση σκύλακος νεογιλῆςγίγνεται, αὐτὴ δʼ αὖτε πέλωρ κακόν· οὐδέ κέ τίς μινγηθήσειεν ἰδών, οὐδʼ εἰ θεὸς ἀντιάσειεν.τῆς ἦ τοι πόδες εἰσὶ δυώδεκα πάντες ἄωροι,ἓξ δέ τέ οἱ δειραὶ περιμήκεες, ἐν δὲ ἑκάστῃσμερδαλέη κεφαλή, ἐν δὲ τρίστοιχοι ὀδόντεςπυκνοὶ καὶ θαμέες, πλεῖοι μέλανος θανάτοιο.μέσση μέν τε κατὰ σπείους κοίλοιο δέδυκεν,ἔξω δʼ ἐξίσχει κεφαλὰς δεινοῖο βερέθρου,αὐτοῦ δʼ ἰχθυάᾳ, σκόπελον περιμαιμώωσα,δελφῖνάς τε κύνας τε, καὶ εἴ ποθι μεῖζον ἕλῃσικῆτος, ἃ μυρία βόσκει ἀγάστονος Ἀμφιτρίτη.τῇ δʼ οὔ πώ ποτε ναῦται ἀκήριοι εὐχετόωνταιπαρφυγέειν σὺν νηί· φέρει δέ τε κρατὶ ἑκάστῳφῶτʼ ἐξαρπάξασα νεὸς κυανοπρῴροιο.τὸν δʼ ἕτερον σκόπελον χθαμαλώτερον ὄψει, Ὀδυσσεῦ.πλησίον ἀλλήλων· καί κεν διοϊστεύσειας.τῷ δʼ ἐν ἐρινεὸς ἔστι μέγας, φύλλοισι τεθηλώς·τῷ δʼ ὑπὸ δῖα Χάρυβδις ἀναρροιβδεῖ μέλαν ὕδωρ.τρὶς μὲν γάρ τʼ ἀνίησιν ἐπʼ ἤματι, τρὶς δʼ ἀναροιβδεῖδεινόν· μὴ σύ γε κεῖθι τύχοις, ὅτε ῥοιβδήσειεν·οὐ γάρ κεν ῥύσαιτό σʼ ὑπὲκ κακοῦ οὐδʼ ἐνοσίχθων.ἀλλὰ μάλα Σκύλλης σκοπέλῳ πεπλημένος ὦκανῆα παρὲξ ἐλάαν, ἐπεὶ ἦ πολὺ φέρτερόν ἐστινἓξ ἑτάρους ἐν νηὶ ποθήμεναι ἢ ἅμα πάντας.ὣς ἔφατʼ, αὐτὰρ ἐγώ μιν ἀμειβόμενος προσέειπον·εἰ δʼ ἄγε δή μοι τοῦτο, θεά, νημερτὲς ἐνίσπες,εἴ πως τὴν ὀλοὴν μὲν ὑπεκπροφύγοιμι Χάρυβδιν,τὴν δέ κʼ ἀμυναίμην, ὅτε μοι σίνοιτό γʼ ἑταίρους.ὣς ἐφάμην, ἡ δʼ αὐτίκʼ ἀμείβετο δῖα θεάων·σχέτλιε, καὶ δὴ αὖ τοι πολεμήια ἔργα μέμηλεκαὶ πόνος· οὐδὲ θεοῖσιν ὑπείξεαι ἀθανάτοισιν;ἡ δέ τοι οὐ θνητή, ἀλλʼ ἀθάνατον κακόν ἐστι,δεινόν τʼ ἀργαλέον τε καὶ ἄγριον οὐδὲ μαχητόν·οὐδέ τις ἔστʼ ἀλκή· φυγέειν κάρτιστον ἀπʼ αὐτῆς.