ἔστιν, τῶν δὲ βοῶν ἀπεχώμεθα, μή τι πάθωμεν·δεινοῦ γὰρ θεοῦ αἵδε βόες καὶ ἴφια μῆλα,Ἠελίου, ὃς πάντʼ ἐφορᾷ καὶ πάντʼ ἐπακούει.ὣς ἐφάμην, τοῖσιν δʼ ἐπεπείθετο θυμὸς ἀγήνωρ.μῆνα δὲ πάντʼ ἄλληκτος ἄη Νότος, οὐδέ τις ἄλλοςγίγνετʼ ἔπειτʼ ἀνέμων εἰ μὴ Εὖρός τε Νότος τε.οἱ δʼ ἧος μὲν σῖτον ἔχον καὶ οἶνον ἐρυθρόν,τόφρα βοῶν ἀπέχοντο λιλαιόμενοι βιότοιο.ἀλλʼ ὅτε δὴ νηὸς ἐξέφθιτο ἤια πάντα,καὶ δὴ ἄγρην ἐφέπεσκον ἀλητεύοντες ἀνάγκῃ,ἰχθῦς ὄρνιθάς τε, φίλας ὅ τι χεῖρας ἵκοιτο,γναμπτοῖς ἀγκίστροισιν, ἔτειρε δὲ γαστέρα λιμός·δὴ τότʼ ἐγὼν ἀνὰ νῆσον ἀπέστιχον, ὄφρα θεοῖσινεὐξαίμην, εἴ τίς μοι ὁδὸν φήνειε νέεσθαι.ἀλλʼ ὅτε δὴ διὰ νήσου ἰὼν ἤλυξα ἑταίρους,χεῖρας νιψάμενος, ὅθʼ ἐπὶ σκέπας ἦν ἀνέμοιο,ἠρώμην πάντεσσι θεοῖς οἳ Ὄλυμπον ἔχουσιν·οἱ δʼ ἄρα μοι γλυκὺν ὕπνον ἐπὶ βλεφάροισιν ἔχευαν.Εὐρύλοχος δʼ ἑτάροισι κακῆς ἐξήρχετο βουλῆς·κέκλυτέ μευ μύθων κακά περ πάσχοντες ἑταῖροι.πάντες μὲν στυγεροὶ θάνατοι δειλοῖσι βροτοῖσι,λιμῷ δʼ οἴκτιστον θανέειν καὶ πότμον ἐπισπεῖν.ἀλλʼ ἄγετʼ, Ἠελίοιο βοῶν ἐλάσαντες ἀρίσταςῥέξομεν ἀθανάτοισι, τοὶ οὐρανὸν εὐρὺν ἔχουσιν.εἰ δέ κεν εἰς Ἰθάκην ἀφικοίμεθα, πατρίδα γαῖαν,αἶψά κεν Ἠελίῳ Ὑπερίονι πίονα νηὸντεύξομεν, ἐν δέ κε θεῖμεν ἀγάλματα πολλὰ καὶ ἐσθλά.εἰ δὲ χολωσάμενός τι βοῶν ὀρθοκραιράωννῆʼ ἐθέλῃ ὀλέσαι, ἐπὶ δʼ ἕσπωνται θεοὶ ἄλλοι,βούλομʼ ἅπαξ πρὸς κῦμα χανὼν ἀπὸ θυμὸν ὀλέσσαι,ἢ δηθὰ στρεύγεσθαι ἐὼν ἐν νήσῳ ἐρήμῃ.ὣς ἔφατʼ Εὐρύλοχος, ἐπὶ δʼ ᾔνεον ἄλλοι ἑταῖροι.αὐτίκα δʼ Ἠελίοιο βοῶν ἐλάσαντες ἀρίσταςἐγγύθεν, οὐ γὰρ τῆλε νεὸς κυανοπρῴροιοβοσκέσκονθʼ ἕλικες καλαὶ βόες εὐρυμέτωποι·τὰς δὲ περίστησάν τε καὶ εὐχετόωντο θεοῖσιν,φύλλα δρεψάμενοι τέρενα δρυὸς ὑψικόμοιο·οὐ γὰρ ἔχον κρῖ λευκὸν ἐυσσέλμου ἐπὶ νηός.αὐτὰρ ἐπεί ῥʼ εὔξαντο καὶ ἔσφαξαν καὶ ἔδειραν,μηρούς τʼ ἐξέταμον κατά τε κνίσῃ ἐκάλυψαν