ὅς ῥʼ ἑτάρους καμάτῳ ἁδηκότας ἠδὲ καὶ ὕπνῳοὐκ ἐάᾳς γαίης ἐπιβήμεναι, ἔνθα κεν αὖτενήσῳ ἐν ἀμφιρύτῃ λαρὸν τετυκοίμεθα δόρπον,ἀλλʼ αὔτως διὰ νύκτα θοὴν ἀλάλησθαι ἄνωγαςνήσου ἀποπλαγχθέντας ἐν ἠεροειδέι πόντῳ.ἐκ νυκτῶν δʼ ἄνεμοι χαλεποί, δηλήματα νηῶν,γίγνονται· πῇ κέν τις ὑπεκφύγοι αἰπὺν ὄλεθρον,ἤν πως ἐξαπίνης ἔλθῃ ἀνέμοιο θύελλα,ἢ Νότου ἢ Ζεφύροιο δυσαέος, οἵ τε μάλιστανῆα διαρραίουσι θεῶν ἀέκητι ἀνάκτων.ἀλλʼ ἦ τοι νῦν μὲν πειθώμεθα νυκτὶ μελαίνῃδόρπον θʼ ὁπλισόμεσθα θοῇ παρὰ νηὶ μένοντες,ἠῶθεν δʼ ἀναβάντες ἐνήσομεν εὐρέι πόντῳ.ὣς ἔφατʼ Εὐρύλοχος, ἐπὶ δʼ ᾔνεον ἄλλοι ἑταῖροι.καὶ τότε δὴ γίγνωσκον ὃ δὴ κακὰ μήδετο δαίμων,καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδων·Εὐρύλοχʼ, ἦ μάλα δή με βιάζετε μοῦνον ἐόντα.ἀλλʼ ἄγε νῦν μοι πάντες ὀμόσσατε καρτερὸν ὅρκον·εἴ κέ τινʼ ἠὲ βοῶν ἀγέλην ἢ πῶυ μέγʼ οἰῶνεὕρωμεν, μή πού τις ἀτασθαλίῃσι κακῇσινἢ βοῦν ἠέ τι μῆλον ἀποκτάνῃ· ἀλλὰ ἕκηλοιἐσθίετε βρώμην, τὴν ἀθανάτη πόρε Κίρκη.ὣς ἐφάμην, οἱ δʼ αὐτίκʼ ἀπώμνυον, ὡς ἐκέλευον.αὐτὰρ ἐπεί ῥʼ ὄμοσάν τε τελεύτησάν τε τὸν ὅρκον,στήσαμεν ἐν λιμένι γλαφυρῷ ἐυεργέα νῆαἄγχʼ ὕδατος γλυκεροῖο, καὶ ἐξαπέβησαν ἑταῖροινηός, ἔπειτα δὲ δόρπον ἐπισταμένως τετύκοντο.αὐτὰρ ἐπεὶ πόσιος καὶ ἐδητύος ἐξ ἔρον ἕντο,μνησάμενοι δὴ ἔπειτα φίλους ἔκλαιον ἑταίρους,οὓς ἔφαγε Σκύλλη γλαφυρῆς ἐκ νηὸς ἑλοῦσα·κλαιόντεσσι δὲ τοῖσιν ἐπήλυθε νήδυμος ὕπνος.ἦμος δὲ τρίχα νυκτὸς ἔην, μετὰ δʼ ἄστρα βεβήκει,ὦρσεν ἔπι ζαῆν ἄνεμον νεφεληγερέτα Ζεὺςλαίλαπι θεσπεσίῃ, σὺν δὲ νεφέεσσι κάλυψεγαῖαν ὁμοῦ καὶ πόντον· ὀρώρει δʼ οὐρανόθεν νύξ.ἦμος δʼ ἠριγένεια φάνη ῥοδοδάκτυλος Ἠώς,νῆα μὲν ὡρμίσαμεν κοῖλον σπέος εἰσερύσαντες.ἔνθα δʼ ἔσαν νυμφέων καλοὶ χοροὶ ἠδὲ θόωκοι·καὶ τότʼ ἐγὼν ἀγορὴν θέμενος μετὰ μῦθον ἔειπον·ὦ φίλοι, ἐν γὰρ νηὶ θοῇ βρῶσίς τε πόσις τε