πᾶσʼ ἔντοσθε φάνεσκε κυκωμένη, ἀμφὶ δὲ πέτρηδεινὸν ἐβεβρύχει, ὑπένερθε δὲ γαῖα φάνεσκεψάμμῳ κυανέη· τοὺς δὲ χλωρὸν δέος ᾕρει.ἡμεῖς μὲν πρὸς τὴν ἴδομεν δείσαντες ὄλεθρον·τόφρα δέ μοι Σκύλλη γλαφυρῆς ἐκ νηὸς ἑταίρουςἓξ ἕλεθʼ, οἳ χερσίν τε βίηφί τε φέρτατοι ἦσαν.σκεψάμενος δʼ ἐς νῆα θοὴν ἅμα καὶ μεθʼ ἑταίρουςἤδη τῶν ἐνόησα πόδας καὶ χεῖρας ὕπερθενὑψόσʼ ἀειρομένων· ἐμὲ δὲ φθέγγοντο καλεῦντεςἐξονομακλήδην, τότε γʼ ὕστατον, ἀχνύμενοι κῆρ.ὡς δʼ ὅτʼ ἐπὶ προβόλῳ ἁλιεὺς περιμήκεϊ ῥάβδῳἰχθύσι τοῖς ὀλίγοισι δόλον κατὰ εἴδατα βάλλωνἐς πόντον προΐησι βοὸς κέρας ἀγραύλοιο,ἀσπαίροντα δʼ ἔπειτα λαβὼν ἔρριψε θύραζε,ὣς οἵ γʼ ἀσπαίροντες ἀείροντο προτὶ πέτρας·αὐτοῦ δʼ εἰνὶ θύρῃσι κατήσθιε κεκληγῶταςχεῖρας ἐμοὶ ὀρέγοντας ἐν αἰνῇ δηιοτῆτι·οἴκτιστον δὴ κεῖνο ἐμοῖς ἴδον ὀφθαλμοῖσιπάντων, ὅσσʼ ἐμόγησα πόρους ἁλὸς ἐξερεείνων.αὐτὰρ ἐπεὶ πέτρας φύγομεν δεινήν τε ΧάρυβδινΣκύλλην τʼ, αὐτίκʼ ἔπειτα θεοῦ ἐς ἀμύμονα νῆσονἱκόμεθʼ· ἔνθα δʼ ἔσαν καλαὶ βόες εὐρυμέτωποι,πολλὰ δὲ ἴφια μῆλʼ Ὑπερίονος Ἠελίοιο.δὴ τότʼ ἐγὼν ἔτι πόντῳ ἐὼν ἐν νηὶ μελαίνῃμυκηθμοῦ τʼ ἤκουσα βοῶν αὐλιζομενάωνοἰῶν τε βληχήν· καί μοι ἔπος ἔμπεσε θυμῷμάντηος ἀλαοῦ, Θηβαίου Τειρεσίαο,Κίρκης τʼ Αἰαίης, ἥ μοι μάλα πόλλʼ ἐπέτελλενῆσον ἀλεύασθαι τερψιμβρότου Ἠελίοιο.δὴ τότʼ ἐγὼν ἑτάροισι μετηύδων ἀχνύμενος κῆρ·κέκλυτέ μευ μύθων κακά περ πάσχοντες ἑταῖροι,ὄφρʼ ὑμῖν εἴπω μαντήια ΤειρεσίαοΚίρκης τʼ Αἰαίης, ἥ μοι μάλα πόλλʼ ἐπέτελλενῆσον ἀλεύασθαι τερψιμβρότου Ἠελίοιο·ἔνθα γὰρ αἰνότατον κακὸν ἔμμεναι ἄμμιν ἔφασκεν.ἀλλὰ παρὲξ τὴν νῆσον ἐλαύνετε νῆα μέλαιναν.ὣς ἐφάμην, τοῖσιν δὲ κατεκλάσθη φίλον ἦτορ.αὐτίκα δʼ Εὐρύλοχος στυγερῷ μʼ ἠμείβετο μύθῳ·σχέτλιός εἰς, Ὀδυσεῦ· περί τοι μένος, οὐδέ τι γυῖακάμνεις· ἦ ῥά νυ σοί γε σιδήρεα πάντα τέτυκται,